[ ] MDAI(A) 1957, 196-97:29 + 268
See also:
1 [ἔδοξεν] τῆι βουλῆι καὶ τῶι δήμωι, Ἄσιος Ἀρήτου εἶπεν·
[ἐπειδ]ὴ Νικομένης Μενεσθέως Ῥόδιος εὔνους ὢν καὶ
[πρό]θυμος διατελεῖ περὶ τὸν δῆμον τὸν Σαμίων, ἀεὶ
[ἀγ]αθόν τι καὶ λέγων καὶ πράσσων, καὶ κ̣οινῆι καὶ ἰδίαι
5 τοῖς παραγινομένοις εἰς Ῥόδον χρήσιμον ἑαυτὸν vacat
PARE/XETAI E)M PANTI\ KAIRW=I, DEDO/XQAI TH=I BOULH=I KAI\ TW=I?
δήμωι· ἐπαινέσαι μὲν Νικομένην ἀρετῆς ἕνεκε καὶ
εὐνοίας ἣν ἔχων διατελεῖ περὶ τὸν δῆμον τὸν vacat
Σαμίων καὶ εἶναι αὐτὸν πρόξενον καὶ εὐεργέτην τῆς
10 πόλεως· δεδόσθαι δὲ αὐτῶι καὶ πολιτείαν ἐφ’ ἴσηι καὶ
[ὁ]μοίαι καὶ ἐπικληρῶσαι αὐτὸν ἐπὶ φυλὴν καὶ χιλιαστὺν
[κ]αὶ ἑκατοστὺν καὶ γένος καὶ ἀναγράψαι καθότι καὶ τοὺς
ἄλλους Σαμίους· ὑπάρχειν δὲ αὐτῶι καὶ ἔφοδον ἐπὶ vacat
τὴμ βουλὴν καὶ τὸν δῆμον ἐάν του δέηται πρώτ[ωι]
15 μετὰ τὰ ἱερὰ καὶ τὰ βασιλικὰ καὶ εἴσπλουν καὶ ἔκ[πλουν]
ἀσυλεὶ καὶ ἀσπονδεὶ καὶ ἐμ πολέμωι καὶ ἐ̣[ν εἰρήνηι·]
ταῦτα δὲ ὑπάρχειν καὶ αὐτῶι καὶ ἐκγό[νοις· τὸ δὲ vacat]
ψήφισμα τόδε ἀναγράψαι εἰς στήλ̣[ην λιθίνην καὶ]
[σ]τῆσαι εἰς τὸ ἱερὸν τῆς Ἥρα̣[ς, τῆς δὲ ἐπικληρώσεως καὶ]
20 τῆς ἀναγραφῆς ἐπιμε̣[ληθῆναι τὸγ γραμματέα vacat]
τῆς βουλῆς vacat
Search Help
Contact Us