0 | [ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι· —] |
[․2-3․]ΣΒ̣․․․Σ̣ εἶπεν· ἐπειδὴ vacat | |
[Ν]αοσίνικος Φιλοξένου Σήστιος | |
χρήσιμος τοῖς ἐντυγχάνουσι̣ | |
τῶν πολιτῶν ἐγίνετο καὶ ἐν τῶι πρ[ό]- | |
5 | σθεν χρόνωι πολλὴν εὄνοιαν καὶ |
προθυμίαν ἀεὶ παρεχόμενος δια- | |
τελεῖ περὶ τὸν δῆμον τὸν Σαμίων | |
χρήσ̣ι̣μ̣[ός τε γε]γένηται περὶ τὸμ π- | |
[όλεμον τὸμ] πρὸς τοὺς κληρού- | |
10 | [χους καὶ εἰς] Ἄναια, παρέσχετο |
[Σαμίοις ἡ]μιολίαν καὶ τριηκόν- | |
[τερον, ὥστε] διαπλεο͂σαι τοὺς πο- | |
[λίτας εἰς τὴ]ν νῆσον, δεδόχθαι | |
[τῆι βουλῆι κα]ὶ τῶι δήμωι· δεδόσθαι | |
15 | [Ναοσινίκ]ωι Φιλοξένου Σηστί- |
[ωι πολιτ]είαν ἐπ’ ἴσηι καὶ ὁμοίαι | |
[αὀτῶι κ]αὶ ἐκγόνοις καὶ ἐπικληρῶ- | |
[σαι αὀ]τὸν ἐπὶ φυλὴν καὶ χιλια- | |
[στ]ὺν καὶ ἑκατοστὺν καὶ γένος | |
20 | καὶ ἀναγράψαι αὀτὸν καθάπερ καὶ τ- |
οὺς ἄλ<λ>ους Σαμίους· τῆς δὲ ἀναγρα- | |
φῆς ἐπιμεληθῆναι τοὺς πέντε | |
τοὺς ηἱρημένους· ἀναγράψαι δὲ | |
τόδε τὸ ψήφισμα εἰστήλην λιθίνην | |
25 | καὶ στῆσαι εἰς τὸ ἱερὸν τῆς Ἥρης |
vacat |
Samos
46