[ ] MDAI(A) 1957, 164-69, no. 2
See also:
0 [ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι· —]
[․2-3․]ΣΒ̣․․․Σ̣ εἶπεν· ἐπειδὴ vacat
[Ν]αοσίνικος Φιλοξένου Σήστιος
χρήσιμος τοῖς ἐντυγχάνουσι̣
τῶν πολιτῶν ἐγίνετο καὶ ἐν τῶι πρ[ό]-
5 σθεν χρόνωι πολλὴν εὄνοιαν καὶ
προθυμίαν ἀεὶ παρεχόμενος δια-
τελεῖ περὶ τὸν δῆμον τὸν Σαμίων
χρήσ̣ι̣μ̣[ός τε γε]γένηται περὶ τὸμ π-
[όλεμον τὸμ] πρὸς τοὺς κληρού-
10 [χους καὶ εἰς] Ἄναια, παρέσχετο
[Σαμίοις ἡ]μιολίαν καὶ τριηκόν-
[τερον, ὥστε] διαπλεο͂σαι τοὺς πο-
[λίτας εἰς τὴ]ν νῆσον, δεδόχθαι
[τῆι βουλῆι κα]ὶ τῶι δήμωι· δεδόσθαι
15 [Ναοσινίκ]ωι Φιλοξένου Σηστί-
[ωι πολιτ]είαν ἐπ’ ἴσηι καὶ ὁμοίαι
[αὀτῶι κ]αὶ ἐκγόνοις καὶ ἐπικληρῶ-
[σαι αὀ]τὸν ἐπὶ φυλὴν καὶ χιλια-
[στ]ὺν καὶ ἑκατοστὺν καὶ γένος
20 καὶ ἀναγράψαι αὀτὸν καθάπερ καὶ τ-
οὺς ἄλ<λ>ους Σαμίους· τῆς δὲ ἀναγρα-
φῆς ἐπιμεληθῆναι τοὺς πέντε
τοὺς ηἱρημένους· ἀναγράψαι δὲ
τόδε τὸ ψήφισμα εἰστήλην λιθίνην
25 καὶ στῆσαι εἰς τὸ ἱερὸν τῆς Ἥρης
vacat
Search Help