Samos 38
[ ] MDAI(A) 1957, 188-90:22 + 268
See also:
1 [ἔδοξε τῆι βουλῆι καὶ τῶι δ]ήμωι, Ἀσπάσιος Θευπρόπου εἶπεν· ἐπ[ει]-
[δὴ Ἵππαρχος Ἡνιόχου Κυ]ρηναῖος ἔν τε τοῖς πρότερογ χρόν[οις]
[εὔνους καὶ πρόθυμος ὢ]ν διετέλει καὶ κοινῆι τῶι δήμωι κ[αὶ ἰδί]-
[αι τοῖς ἐντυγχάνουσιν τῶ]μ [πο]λιτῶν χρή[σι]μ̣ος καὶ κ[ατελη]-
5 [λυθότων ἡμῶν εἰς τὴ]μ π̣όλιν διατρίβων π̣αρ̣ὰ̣ [τῶ]ι βασ[ιλεῖ Ἀντι]-
[γόνωι τὴν αὐτ]ὴν εὔνοιαν διαφυλάσσει τῶι δήμωι, νῦν̣ [τε τετα]-
[γμένο]ς ἐγ Καρίαι φιλοτιμίας οὐθὲν ἐλλείπει καὶ κοινῆι τὸν vacat
[δῆμ]ον εὐεργετῶν καὶ τοῖς ἀφικνουμένοις τῶμ πολιτῶν ἰδίαι
χρείας παρεχόμενος, καὶ τῶν στρατευομένων παρ’ αὐτῶι πολ-
10 λὴν πρόνοιαν ποεῖται καὶ χρείαν παρέχεται, ὧν ἂν ἕκαστοι τυγχά-
νωσι δεόμενοι, διαφυλάσσωμ μὲν τὴν εὔνοιαν, ἐνδεικνύμε-
νος δὲ τὴν αὑτοῦ πρὸς τὸν δῆμον προθυμίαν· δεδόχθαι τῆι [βου]-
λῆι καὶ τῶι δήμωι· ἐπηνῆσθαι μὲν Ἵππαρχον Ἡνιόχου προθυμ[ίας]
ἕνεκε καὶ εὐνοίας ἧς ἔχων διατελεῖ περὶ τὸν δῆμον τὸν Σ̣[αμί]-
15 ων καὶ εἶναι αὐτὸν πρόξενον τοῦ δήμου· δεδόσθαι δὲ αὐτ[ῶι καὶ]
πολιτείαν ἐφ’ ἴσηι καὶ ὁμοίαι καὶ αὐτῶι καὶ ἐγγόνοις καὶ ἐπικλ[ηρῶ]-
σαι αὐτὸν ἐπὶ φυλὴγ καὶ χιλιαστὺν καὶ ἑκατοστὺν καὶ γένο[ς]
καὶ ἀναγράψαι καθότι καὶ τοὺς ἄλλους Σαμίους· ὑπάρχειν δ[ὲ αὐ]-
τῶι καὶ ἔφοδον ἐπὶ βουλὴν καὶ δῆμον ἐάν του δέηται πρώτωι μ[ετὰ]
20 τὰ ἱερὰ καὶ τὰ βασιλικὰ καὶ εἴσπλουν καὶ ἔκπλουν ἀσυλεὶ καὶ ἀσ[πον]-
δεὶ καὶ ἐμ πολέμωι καὶ ἐν εἰρήνηι· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμ̣[α]
εἰς στήλην λιθίνην καὶ στῆσαι εἰς τὸ ἱερὸν τῆς Ἥρας, ὅπως ἅ[παν]-
τες εἰδῶσιν οἱ προαιρούμενοι τὴμ πόλιν εὐεργετεῖν ὅτι χάριτα[ς]
ὁ δῆμος ἐπίσταται τοῖς εὖ ποιήσασιν αὐτὸν ἀποδιδόναι· τῆς δὲ
25 ἐπικληρώσεως καὶ τῆς ἀναγραφῆς ἐπιμεληθῆναι τὸγ γρα[μμα]-
τέα τῆς βουλῆς vacat
Search Help
Contact Us