Samos 33*5
[ ] IMagn 94
See also:
1 [— ἐπειδὴ Εὔφημο]ς Παυσανίου νεωκό[ρος]
[— ἀ]ν[ὴρ] κ[α]λὸς καὶ ἀγα[θὸς ὢν]
[εἰς τ][ν οἶκ]ον τ[ὸν ἱερὸν] καὶ εἰς τὸν δῆμον καὶ ἰδί[αι ἑ]-
[κάστ]ωι τῶμ πο[λιτῶν δι]ατελεῖ, δεδόχθαι τῶι δ[ή]-
5 [μωι ἐ]πηινῆσθαί [Εὔφημο]ν ἀρετῆς ἕνεκεν καὶ εὐνοίας
[ἣν ἔχ]ων διατελεῖ εἴς τε τὸν οἶκον τὸν ἱερὸν καὶ εἰς τὸ[ν]
[δῆμον] καὶ στεφανωθῆναι αὐ[τ]ὸν ἐν τοῖς πρώτοις Διον[υ]-
[σίοις χρ]υσέωι στεφάνωι, στῆσαι δὲ αὐτοῦ καὶ εἰκόν[α ὅ]-
[που ἂν ἐ]ν τῶι ἱερῶι τοῦ Ἄνακτος βούληται, [το]ὺς δὲ οἰ[κο]-
10 [νόμους το]ὺς μετὰ Τόννιον ὑπηρε[τῆ]σαι τὸ ε[ἰς] τὴν ε[ἰκόνα]
[ἀνήλωμα ἐκ τῶ]ν πόρων ὧν ἔχουσιν εἰς πόλεως διοίκησ[ιν·]
[λελύσθαι δὲ] καὶ εἴ τι ψήφισ[μ]α ἐναντίον ἐστὶν τῶιδ[ε]
[τῶι ψηφίσματ]ι κατ’ αὐτὸ το[ῦ]το καθ’ ὅ ἐστιν ἐναντίον.
[ψῆφοι ἐπηνέχθησ]αν τρισχίλιοι πεντακόσιοι ὀγδο[ή]-
15 κοντα.
Search Help
Contact Us