Samos 33
[ ] MDAI(A) 1957, 190-92, no. 23
See also:
1 [Ἐπι]νωίδηι [Εὐδ]ήμου Ἡρακλε̣[ώτει]
ἔδοξε τῆ̣ι̣ βουλῆι καὶ τῶι δήμωι, Λυσαγό-
ρας Καίο[υ] εἶπ̣εν· ἐπειδὴ Ἐπινωίδης Εὐ̣δή-
μου Ἡρακλεώτης ἔν τε τοῖς πρότερον vacat
5 χρόνοις [ε]ὔνους καὶ πρόθυμος ὢν διετέ-
[λει καὶ κοι]νῆι τῶι δήμωι καὶ ἰδίαι τοῖς ἐντυν-
[χάνουσι τ]ῶν πολιτῶν χρείαν παρεχόμε-
[νος καὶ κατε]λ̣ηλυθότων ἡμῶν εἰς τὴν vacat
[πόλιν τὴν αὐτή]ν v1 εὔνοιαν διαφυλάσσει
10 [τῶι δήμωι καὶ τῶ]ν πολιτῶν τοῖς ἐντυγχά-
[νουσι πᾶσαν χρε]ίαν παρεχόμενος διατε-
[λεῖ, πράσσων τὰ σ]υμφέροντα τῶι δήμωι
[τῶι Σαμίων, δεδόχθ]αι τῆι βουλῆι καὶ τῶι
[δήμωι· ἐπηινῆσθαι μ]ὲν Ἐπινωίδην ἀρετῆς
15 [ἕνεκε καὶ εὐνοίας ἣν] ἔχων διατελεῖ εἰς τὸν
[δῆμον καὶ εἶναι αὐτὸ]ν εὐεργέτην καὶ πρό-
[ξενον τοῦ δήμου· δ]ε̣δόσθαι δὲ αὐτῶι καὶ
[πολιτείαν ἐφ’ ἴσ]ηι καὶ [ὁ]μοίαι καὶ ἐπικληρῶσα[ι]
[αὐτὸν ἐπὶ φυ]λὴν καὶ χιλιαστὺν καὶ ἑκα-
20 [τοστὺν] κ̣αὶ γένος καὶ ἀναγράψαι καθότι κα[ὶ]
[τοὺ]ς ἄλλους Σαμίους· δεδόσθαι δὲ αὐτῶ[ι]
καὶ προεδρίαν ἐν το[ῖ]ς̣ ἀγῶσιν οἷς ἂν ἡ πόλ[ις]
ἄγηι πᾶσιν· ὑπάρχει[ν] δὲ αὐτῶι καὶ τὰ ἄλλα
πάντα ὅσα καὶ τοῖς [ἄλ]λοις εὐεργέταις ὅπω̣[ς]
25 ἂν ἅπαντες εἰδῶ[σιν] οἱ προαιρο[ύμενοι τὴν]
πόλιν εὐε[ργετεῖν, ὅτι χάριτας ἐπίσταται ὁ δῆ]-
μος ἀπ[οδιδόναι τοῖς εὐεργέταις· ταῦτα δὲ]
εἶν[αι καῖ αὐτῶι καὶ ἐκγόνοις —]
Search Help
Contact Us