1 | [ἔδοξε τῶι δήμωι, γνώμη πρυτάνεων,] |
[ὑπὲρ ὧν προεγράψαντο] Ἐπιφῶν | |
[—] Σ[τ]α̣?σίλας Φιλίστου ὅπως | |
[Ἐ]πικράτει Δημητρίου Ἡρακλεώτει | |
5 | [π]εριπατητικῶι πλείονα χρόνον ἐν |
[τῆι] πόλει ἡμῶν παρεπιδεδημηκό- | |
[τι κ]αὶ διὰ τῆς αὑτοῦ παιδείας πολ- | |
[λὰ] τοὺς νέους εὐεργετηκότι δοθῆι | |
[πολι]τεία καθότι ἂν τῆι βουλῆι καὶ | |
10 | [τῶι δή]μωι δόξει καὶ ἡ βουλὴ προεβούλευ- |
[σεν ἐπεισά]γ̣ειν ἐν ταῖς ἀρχαιρεσίαις· | |
[ἐπειδὴ Ἐπικ]ράτης Δημητρίου Ἡρακλε- | |
[ώτης περ]ιπατητικὸς πλείονα χρόνον | |
[παρεπιδε]δήμηκεν ἡμῶν ἐν τε͂ι πόλει | |
15 | [καὶ διὰ τῆς] αὑτοῦ παιδείας πολλὰ |
[τοὺ]ς νέους εὐεργέτηκεν χαρίζεσ- | |
[θαι βο]υλόμενος καὶ ἰδίαι τοῖς ἀπαντῶ- | |
[σι τ]ῶν συσχολαζόντων ἑαυτῶι καὶ | |
[κοιν]ῆι τῶι δήμωι μεταδιδοὺς ἀφθόνως | |
20 | [τῆς] καθ’ αὑτὸν παιδείας τοῖς βουλομέ- |
[νοις] μετέχειν τῶμ πολιτῶν τοῖς τε | |
[μὴ] δυναμένοις τῶ[ν] δ[η]μοτῶν τελεῖν | |
[τὸν] ἐκκείμενον ὑφ’ αὑτοῦ μισθὸν προῖκα | |
[σχο]λάζων, ὅπως οὖν καὶ ἡμεῖς φαινώμε- | |
25 | [θα το]ὺς ἀγαθοὺς καὶ ἀξίους ἄνδρας |
[καὶ δ]υναμένους ὠφελεῖν τῶν νέων | |
[τοὺς] φιλομαθοῦντας προεστηκότα̣[ς] | |
[τε β]ί̣ου καὶ βίου δέοντας τιμῶν[τες,] | |
[δεδόχθαι] τῶι δήμωι· δοῦναι Ἐπ[ικράτει] | |
30 | [πολιτείαν ἐ]φ’ ἴσαι καὶ ὁμοίαι, ὁ δὲ γ[ραμμα]- |
[τεὺς τῆς β]ουλῆς Νικόμαχος ἐπικληρω | |
[σάτω Ἐπικράτ]ην ἐπὶ φυλὴν [καὶ χιλιαστύν.] |
Samos
31