1 | [ἐ]πὶ δημιοργῶν Χαριδήμου καὶ Ὀρ- |
χαμενίου, μηνὸς Πελυσιῶνος | |
τετράδι, ἔδοξε τῆι βουλῆι καὶ τῶι | |
δήμωι, γνώμη πρυτάνεων· ἐπειδὴ | |
5 | Διοκλῆς Ἀναξαγόρου Γελῶιος ἔν |
τε τῆι φυγῆι εὔνους καὶ πρόθυμος ὢν | |
διετέλει τῶι δήμωι καὶ χρήσιμος | |
ὢν ἰδίαι τοῖς ἐντυγχάνουσι τῶν π[ο]- | |
λιτῶν καὶ κοινῆι πᾶσι κατεληλυθό- | |
10 | των ἡμῶν εἰς τὴν πόλιν τὴν αὐτ<ὴ>ν |
εὔνοιαν διαφυλάσσων, δεδόχθαι τῆι | |
βουλῆι καὶ τῶι δήμωι ἐπαινέσαι Διοκλῆ- | |
ν προθυμίας ἕνεκεν καὶ εὐνοίας, ἣν [ἔ]- | |
χει περὶ Σαμίους, καὶ ἀναγράψαι αὐτὸν | |
15 | πρόξενον τοῦ δήμου, δεδόσθαι δὲ αὐ- |
τῶι καὶ πολιτείαν ἐφ’ ἴσηι καὶ ὁμοίαι καὶ αὐ- | |
τῶι καὶ ἐγγόνοις καὶ ἐπικληρῶσαι αὐτὸ[ν] | |
ἐπὶ φυλὴν καὶ χιλιαστὺν καὶ ἑκατοστὺν | |
καὶ γένος καὶ ἀναγράψαι αὐτὸν καθότι | |
20 | καὶ τοὺς ἂλλους Σαμίους, τὸ δὲ ψήφισ- |
μα τόδε ἀναγράψαι εἰς στήλην λιθίνην | |
καὶ στῆσαι εἰς τὸ ἱερὸν τῆς Ἥρας, τῆς δ[ὲ] | |
ἐπικληρώσεως καὶ τῆς ἀναγραφῆς ἐπ[ι]- | |
μεληθῆναι τοὺς πρυτάνεις καὶ τὸν | |
25 | γραμματέα τῆς βουλῆς, τὸν δὲ ταμί[αν] |
εἰς τὸ ἀνάλωμα ὑπηρετῆσαι. |
Samos
26