[ ] MDAI(A) 1957, 233-41, no. 64
See also:
1 [ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι, γνώμη πρυτάνεων·]
1a [ὑπὲρ ὧν — προ]-
2 εγράψαντο Λ̣․4․․[ὅπως Διόδωρος Διοσκουρίδου]
ἰατρὸς δεδημοσιευκὼς ἐ̣[φ’ ἔτη πλείονα παρ’ ἡμῖν?]
καὶ παρεισχημένος τὰς χ[ρε]ίας κατὰ τὴν τέχνη̣[ν]
5 ἀνεγκλήτως, καὶ ἐν τῆι ἀποκ[α]τ̣αστάσει τῆς πόλεως̣
καὶ ἐν ταῖς τῶν ἄκρων πολιορ[κί]αις πολλῶν τραυμα-
τιῶν γινομένων παρεισχημέ[νο]ς τὰς χρείας ἐπαινεθῆ[ι]
καὶ τιμηθῆι, καθότι ἂν τῆι βουλῆ[ι κ]αὶ τῶι δήμωι δόξηι vacat
καὶ ἡ βουλὴ προεβούλευσεν ἐπ̣[ει]σάγει̣ν περὶ τούτων
10 ἐν ταῖς ἀρχαιρεσίαις· ἐπειδὴ [Δι]όδωρος Διοσκουρίδου
εἰληφὼς παρ’ ἡμῖν τὸ δημό[σ]ιον [ἔρ]γον τῶν ἰατρῶν τὸ vacat
πρῶτον ἐφ’ ἔτη πλείονα ἔν τε [τοῖ]ς ἔμπροσθεν χρόνοις
πολλοὺς τῶν πολιτῶν καὶ τῶ[ν ἄ]λλων τῶν ἐν τῆι πόλε[ι]
εἰς ἐπικινδύνους ἐμπεσόντ[ας δ]ιαθέσεις τῆι αὑτοῦ
15 ἐμπ̣ειρίαι τε κ̣αὶ ἐπιμελείαι θερα[πε]ύσας ἀποκατέστησε
καὶ παραίτιος ἐγένετο τῆς σω[τ]ηρίας αὐτῶν, καθότι καὶ
πλειονάκις ἐπὶ τῶν ἐργολαβιῶ[ν] ὑπὸ πολλῶν ἐν τῶι δή-
μωι μεμαρτύρηται, ἔν τε τοῖς [γε]νομένοις σεισμοῖς πα-
ρ’ ἡμῖν πολλ[ῶ]ν περ[ι]πεσόντω[ν δ]υ̣σχέρεσιν καὶ παντο-
20 [δ]απαῖς πληγαῖς διὰ τὸ παράδ[οξ]ον τοῦ συμπτώματος
[πρ]οσδεομένης ὀξείας τῆς [θερ]απείας ὁμο̣ί̣ως̣ π̣ᾶσιν
[τ]ὴν αὑτοῦ χρείαν μερίζων ἐ[βοή]θησεν, τῶν δ̣ὲ̣ [μ]ε[τα]πέμ̣-
[π]των δικαστῶν παραγενομέ[νω]ν πρὸς ἡμᾶς καί τ[ιν]ω̣ν
ἐμπεσόντων εἰς ἀρρωστίαν [συ]ντάξαντο̣ς τοῦ δήμου̣
25 τὴν θεραπείαν αὐτῶν ποεῖσθ̣[αι] καὶ ἐν τούτοις ἴσον καὶ ἀ-
μεμψιμοίρητον αὑτὸν παρέσ[χε]το, ἔν τε τῆι ἀποκαταστά-
σει τῆς πόλεως εἰς τὰ τοῦ βα[σιλέ]ως Πτολεμαίου πράγμα-
τα γινομένων τραυματιῶ[ν π]ολλῶν ἐν ταῖς τῶν ἄκρων
πολιορκίαις καὶ ταῖς καθ’ ἡμέρ[αν] συμπλοκ̣αῖς οὐδεμίαν
30 κακοπαθίαν οὐδὲ δαπάνην [περὶ π]λείονο̣ς̣ ποιούμενος
τῆς κοινῆς σωτηρίας καὶ τῶν [ἀεὶ ἐνδ]εομένων τῆς [βοη]-
[θεία]ς̣ ἐκ τῶν ἰδίων τὴν εἰς ταῦ̣[τα ․․․․c.12․․․․]
[․․․c.11․․․․] τὸ καθ’ αὑτὸν Τ[․․․․․․c.17․․․․․․․]
[․․․․․․․c.18․․․․․․․]Ι̣Ο̣Γ̣[․․․․․․․c.18․․․․․․․]
Search Help
Contact Us