[ ] MDAI(A) 1957, 218-23, no. 57
See also:
1 [—]Λ[—]Ο․[—][—]Η[—]
[․․c.8․․․ σ]τρατηγὸς ἐπὶ Καρίας κατέστη, κ[αὶ]
[πολλὰ]ς χρείας παρέχεται καὶ κοινῆι τῆι πόλ[ει]
[καὶ] ἰδίαι τοῖς ἐντυγχάνουσι Σαμίων, ἄξια πράσ̣-
5 σων τῆς τοῦ βασιλέως προαιρέσεως, δεδόχθα[ι]
τῶι δήμωι· ἐπηινῆσθαι μὲν Ἀριστόλαον Ἀμεινί-
ου Μακεδόνα ἀρετῆς ἕνεκεν καὶ εὐνοίας ἣ̣ν ἐν-
δείκνυται εἰς τὰ συμφέροντα τῆς πόλεως καὶ
εἶναι αὐτῶι τῆς αὐτῆς ἐπιμελείας τυγχάνειν
10 παρὰ τοῦ δήμου ἄν του δέηται, δεδόσθαι δὲ πολ[ι]-
τείαν ἐφ’ ἴσηι καὶ ὁμοίαι αὐτῶι τε καὶ ἐκγόνοις καὶ
ἐπικληρῶσαι αὐτὸν ἐπὶ φυλὴν καὶ χιλιαστὺν καὶ
ἑκα<τ>οστὺν καὶ γένος καὶ ἀναγράψαι καθότι καὶ
τοὺς ἄλλους Σαμίους· εἶναι δὲ αὐτὸν καὶ πρόξε-
15 νον τοῦ δήμου τοῦ Σαμίων, ὑπάρχειν δὲ αὐτῶι
καὶ ἱερῶν παράστασιν πάντων ὧν ἂν ἡ πόλις συν-
τελῆι· δεδόσθαι δὲ αὐτῶι καὶ προεδρίαν ἐν τοῖς ἀγῶ-
σι πᾶσιν οὓς ἂν ἡ πόλις τιθῆι· εἶναι δὲ αὐτῶι καὶ ἔφο-
δον ἐπὶ τὴμ βουλὴν καὶ τὸν δῆμον ἐάν του δέητα[ι]
20 καὶ ἐπιμελεῖσθαι τὰς ἀρχὰς τὰς ἀεὶ καθισταμέ-
νας· ὅπως δὲ καὶ πάντες εἰδῶσιν ὅτι τῶι δήμωι τῶ[ι]
Σαμίων πάτριόν ἐστιν τοῖς ἐπὶ τῶν καιρῶν αὑτῶι
χρησίμοις οὖσιν ἀξίας χάριτας ἀποδιδόναι τῆς
εἰς αὑτὸν φιλοτιμίας, ἀναγράψαι τόδε τὸ ψήφισμα
25 εἰς στήλην λιθίνην καὶ ἀναθεῖναι εἰς τὸ ἱερὸν τῆς
Ἥρας· τῆς δὲ ἀναγραφῆς καὶ τῆς στάσεως ἐπιμε-
ληθῆναι τὸγ γραμματέα τῆς βουλῆς μετὰ τῶν νε-
ωποιῶν, τὸν δὲ ταμίαν τῶν ὁσίων εἰς τὸ ἀνάλωμα
ὑπηρετῆσαι· ἑλέσθαι δὲ τὸν δῆμον καὶ ὅστις ἀποί-
30 σει τὸ ψήφισμα Ἀριστολάωι· ηἱρέθη Ἀμφίλοχος vacat
Λόκρου, παρῆν Ἀδείμαντος, Κύλλαρος, Ἀρτεμίδω-
ρος, Καλλιππίδης vacat
Search Help
Contact Us