1 | [—]Λ[—]Ο․[—]․[—]Η[—] |
[․․c.8․․․ σ]τρατηγὸς ἐπὶ Καρίας κατέστη, κ[αὶ] | |
[πολλὰ]ς χρείας παρέχεται καὶ κοινῆι τῆι πόλ[ει] | |
[καὶ] ἰδίαι τοῖς ἐντυγχάνουσι Σαμίων, ἄξια πράσ̣- | |
5 | σων τῆς τοῦ βασιλέως προαιρέσεως, δεδόχθα[ι] |
τῶι δήμωι· ἐπηινῆσθαι μὲν Ἀριστόλαον Ἀμεινί- | |
ου Μακεδόνα ἀρετῆς ἕνεκεν καὶ εὐνοίας ἣ̣ν ἐν- | |
δείκνυται εἰς τὰ συμφέροντα τῆς πόλεως καὶ | |
εἶναι αὐτῶι τῆς αὐτῆς ἐπιμελείας τυγχάνειν | |
10 | παρὰ τοῦ δήμου ἄν του δέηται, δεδόσθαι δὲ πολ[ι]- |
τείαν ἐφ’ ἴσηι καὶ ὁμοίαι αὐτῶι τε καὶ ἐκγόνοις καὶ | |
ἐπικληρῶσαι αὐτὸν ἐπὶ φυλὴν καὶ χιλιαστὺν καὶ | |
ἑκα<τ>οστὺν καὶ γένος καὶ ἀναγράψαι καθότι καὶ | |
τοὺς ἄλλους Σαμίους· εἶναι δὲ αὐτὸν καὶ πρόξε- | |
15 | νον τοῦ δήμου τοῦ Σαμίων, ὑπάρχειν δὲ αὐτῶι |
καὶ ἱερῶν παράστασιν πάντων ὧν ἂν ἡ πόλις συν- | |
τελῆι· δεδόσθαι δὲ αὐτῶι καὶ προεδρίαν ἐν τοῖς ἀγῶ- | |
σι πᾶσιν οὓς ἂν ἡ πόλις τιθῆι· εἶναι δὲ αὐτῶι καὶ ἔφο- | |
δον ἐπὶ τὴμ βουλὴν καὶ τὸν δῆμον ἐάν του δέητα[ι] | |
20 | καὶ ἐπιμελεῖσθαι τὰς ἀρχὰς τὰς ἀεὶ καθισταμέ- |
νας· ὅπως δὲ καὶ πάντες εἰδῶσιν ὅτι τῶι δήμωι τῶ[ι] | |
Σαμίων πάτριόν ἐστιν τοῖς ἐπὶ τῶν καιρῶν αὑτῶι | |
χρησίμοις οὖσιν ἀξίας χάριτας ἀποδιδόναι τῆς | |
εἰς αὑτὸν φιλοτιμίας, ἀναγράψαι τόδε τὸ ψήφισμα | |
25 | εἰς στήλην λιθίνην καὶ ἀναθεῖναι εἰς τὸ ἱερὸν τῆς |
Ἥρας· τῆς δὲ ἀναγραφῆς καὶ τῆς στάσεως ἐπιμε- | |
ληθῆναι τὸγ γραμματέα τῆς βουλῆς μετὰ τῶν νε- | |
ωποιῶν, τὸν δὲ ταμίαν τῶν ὁσίων εἰς τὸ ἀνάλωμα | |
ὑπηρετῆσαι· ἑλέσθαι δὲ τὸν δῆμον καὶ ὅστις ἀποί- | |
30 | σει τὸ ψήφισμα Ἀριστολάωι· ηἱρέθη Ἀμφίλοχος vacat |
Λόκρου, παρῆν Ἀδείμαντος, Κύλλαρος, Ἀρτεμίδω- | |
ρος, Καλλιππίδης vacat |
Samos
17