1 | [․․․․․․․․․․․․․․․․․․․․c.44․․․․․․․․․․․․․․․․․․․․]ΣΙΤΟΥ εἰς Ἀντιόχ̣[ειαν τὴν πρὸς?] |
[τῶι Μαιάνδρωι? ․․c.8․․․] προσ[․․․․․․c.16․․․․․․]․4․․ περὶ Διοκλῆν· τὸ δὲ [ψήφισμα καὶ] | |
τ̣ὴ̣ν συνθήκην τήνδε καθιερῶσθαι καὶ εἶνα̣ι̣ κύρια εἰς τὸν ἅπαντα χρόνον κ[αὶ μηθενὶ] | |
[ἐ]ξουσίαν εἶναι παραβῆναι ταῦτα μηδὲ εἰπ̣εῖ[ν μ]ηδὲ εἰσανγεῖλαι μηδὲ γράψα̣[ι μηδὲ νόμον] | |
5 | [θ]εῖναι ὡς δεῖ καταλυθῆναί τι τῶν γεγραμ[μ]έ̣νων· ἐὰν δέ τις παρὰ ταῦτα π[οιῆ, ὑπόδι]- |
[κ]όν τε αὐτὸν εἶναι καὶ ἀποτεῖσαι ἱερὰς τῆς Ῥώμης δραχμὰς δισμυρίας καὶ μη̣[δὲν ἧττον] | |
τὸ ψήφισμα καὶ τὴν συ̣νθήκην εἶναι κύρια καὶ τὴν χώραν ὑπάρχειν Ἀντιοχίδα [εἰς ἀεί?] | |
vacat ἀπόκριμα vacat Σαμίων vacat ἐπὶ Θεοδότου Ληναιῶνος [—] | |
[ἔ]δοξεν τῶι δήμωι, γνώμη πρυτάνεων· ὑπὲρ ὧν οἱ στρατηγοὶ τὴν ἐκλησίαν [․․c.8․․․] | |
10 | ․αν καὶ ’πελθ[ό]ντες οἱ παρ’ Ἀντιοχέων τῶν πρὸς τῶι Μαιάνδρωι πρεσβευτα[ί, ἐκ μὲν τῶν] |
[ἄ]λλων πολιτῶν, καθότι γράφουσιν, Ἐπίνικος Ἱκεσίου, φύσει δὲ Πάτρωνος, ἐκ̣ [δὲ τῶν προσ]- | |
[ω]ρι̣κότων τὴν χώραν τῆι πόλει Λεοντίσκος Ὀρέστου, τό τε ψήφισμα ἀπέδω[καν καὶ τὴν] | |
[σ]υνθήκην καὶ παρακαλοῦσιν ἡμᾶς ἀποδεξαμένους τὰ ἐψηφισμένα κατατά[ξαι καὶ τοῖς] | |
[πα]ρ’ ἡμῖν δημοσίοις γράμμασιν, συνχωρῆσαι δὲ καὶ τόπον ἐν τῶι τῆς Ἥ[ρας ἱερῶι, ἐν] | |
15 | [ὧ]ι̣ ἀνατεθήσεται ὑπὸ τῶν πρεσβευτῶν στήλη λευκοῦ λίθου, εἰς ἥν ἀν[αγραφήσε]- |
[τ]αι τό τε ψήφισμα καὶ ἡ συνθήκη, ὅπως καθιερωθῆ καὶ ὑπάρχη ταῦτα κύρ[ια εἰς τὸν ἀεὶ] | |
[χ]ρόνον, εἰδότας ὅτι ταῦτα ποιήσαντες χαριούμεθα τῶι δήμωι· ὅπως [δὲ οὖν πᾶσιν] | |
[ἐμ]φανῆ ποιῶμεν ἣν ἔχομεν εὔνοιαν δι[ὰ] παντὸς πρὸς Ἀντιοχεῖς τ[οὺς πρὸς τῶι] | |
[Μ]α̣ιάνδρωι συνγενεῖς καὶ φίλους καὶ εὔ[ν]ους καὶ ἰσοπολίτας καὶ συμ̣[μάχους ὑπάρ]- | |
20 | χ̣οντας ἡμῶν, εὐχαρίστως δὲ διακει̣μέ̣νους καὶ πρὸς Ῥωμαίους τ[οὺς κοινοὺς] |
εὐεργέτας πάντων· vacat τύχηι ἀγαθῇ καὶ ἐπὶ σωτηρίᾳ τῶν δήμων δ[εδόχθαι τῶι] | |
δήμωι· συνήδεσθαι μὲν Ἀντι<ο>χεῦσιν ἐπὶ τῶι γεγονότι προσορισμῶ[ι τῆς χώρας] | |
κ̣αὶ ἐπὶ τῶι διὰ τῆς τῶν προσόδων ἐπ[αυ]ξ̣ήσεως δυνατωτέρους [α]ὐτ[οὺς γεγονέναι] | |
εἴς τε τὰ Ῥωμαίων ἐξυπηρετεῖν φι[λοδόξως καὶ τοῖς ἀεὶ εὐεργετεῖν προαιρου]- | |
25 | μ̣ένοις εὐχαρίστως ἀπαντᾶν ἐν παν[τὶ καιρῶι· ἀναγράψαι δὲ καὶ τό τε ψήφισμα καὶ] |
[τ]ὴν γεγονυῖαν συνθήκην τὸν γραμ[ματέα τῆς βουλῆς, καθότι οἱ πρεσβευταὶ παρακα]- | |
[λ]οῦσιν, καὶ εἰς τὰ παρ’ ἡμῖν δημόσια γ[ράμματα κατατάξαι, ὅπως πᾶσιν ᾖ φανε]- | |
[ρ]ὸς ὁ δῆμος πρὸ πλείστου τιθέμ[ενος τὴν πρὸς τοὺς συνγενεῖς καὶ φίλους εὔνοιαν,] | |
[ἣ]ν οὐδέποτε διαλέλοιπεν Ἀντι[οχεῦσιν παρεχόμενος ․․․․․․c.16․․․․․․ καλῶς] | |
30 | [κα]ὶ̣ συμφερόντως· vacat καὶ νῦν δὲ ΤΗ[․․․․․․․․․․․․․․․․․c.38․․․․․․․․․․․․․․․․․] |
[․c.3․]υσεν, μεθ’ ἧς ἐπέβαλλεν εὐνοία̣[ς ․․․․․․․․․․․․․․․․c.36․․․․․․․․․․․․․․․․] | |
[․c.4․]Ν ὃν τρόπον καὶ οἱ πρεσβευτ̣[αὶ ․․․․․․․․․․․․․․․․c.36․․․․․․․․․․․․․․․․] | |
[․․8-9․․․]ΥΣΙΟ̣Ι̣Σ[․․․․․․․․․․․․․․․․․․․․․․․c.50․․․․․․․․․․․․․․․․․․․․․․․] | |
[—] |
Samos
12