| 1 | [τάδε] εἰσήνεγκαν οἱ αἱρεθέν[τες νομο]γράφοι περὶ τῆς ἐν Ἑλικωνίωι |
| [θυσίας· τοὺ]ς ἀποδεικνυμένους ὑπὸ τῶν χιλιαστήρων ἐπιμηνίους τῆς | |
| [θυσίας καὶ τ]ῆς συνόδου τῆς ἐν Ἑλικωνίωι γινομένης ἐπιμηνιεύειν ἐὰν | |
| [ἐνδημῶσι, ἐ]ὰν δὲ ἀποδημῶσιν, οὓς ἂν καταλίπωσιν <ἀνθ’> αὑτῶν κυρίους κατὰ | |
| 5 | [ταὐτά. ἐὰν δὲ] αὐτεπάγγελτοί τινες πείσωσι τοὺς αὑτῶν χιλιαστῆρας, |
| [ἐπιμηνιεύειν ἕκαστ]ον τοῖς αὑτοῦ χιλιαστῆρσι. ἂν δὲ αἱρεθείς τις ἢ αὐτὸς | |
| [ἢ ὁ ἀντ’ αὐτοῦ μὴ ἐπιμηνιε]ύσηι, εἰσπραχθήτω δραχμὰς διακοσίας ὑπὸ τῶν ν[ο]- | |
| [μοφυλάκων τῶν ἐν ἀρχῆι ὄντ]ω̣ν καὶ τ[ῶν ἐπι]μηνίων τῶν συναποδει[χθέντων.] |
Samos
1