Document recording sale of priesthood of [Po]seidon [Helikonios]; c. 200 BC; found at Priene: GIBM 426a (part); *IPriene 201 a-d; **Sokolowski, LSAM 38A (ll. 13-16); SEG 15, 690; **Tod, Gnomon 28, 1956, 458 (l. 15).  
[ ] IPri 201a-d
See also:
1 ἀ̣γαθῆι τύχηι· ἐπ̣[ὶ στεφανηφόρου τοῦ θεοῦ τοῦ μετὰ]
Κ̣ορυλᾶν μηνὸς Μ[εταγειτνιῶνος ․․․․c.12․․․․ τὴν]
ἱερωσύνην το[ῦ Ποσειδῶνος τοῦ Ἑλικωνίου ἐπρίατο]
Ἐπαμείνων Γ[— δραχμῶν — καὶ τοῦ]
5 ἐπιδεκάτ[ου δραχμῶν —]
[ἱερήσ]εται δὲ τὸμ βίον τὸν α[ὑτοῦ καὶ τὴν θυσίαν τῶι]
[Πο]σειδῶνι συντελεῖ κ[ατὰ τ]ο[ὺς νόμους τοὺς Ἰώνων,]
ἀ̣τελὴς δὲ ἔσται πά[ντω]ν, καθάπε[ρ Ἴωνες δεδώκασι καὶ ἐν]
[τῆ]ι στήληι ἀναγέγ[ραπτα]ι, καὶ τὰ ἄλλα̣ [ὅσα δέδοται ὑπὸ Ἰώνων]
10 [πάντα· ἐξ]εῖν̣[αι δὲ αὐτ]ῶι καὶ ἐμ πρυταν[είωι καὶ ἐμ Πανιωνίωι]
[σίτησιν, ὅταμ πόλις ἱε]ρὰ ποιῆι, καὶ προε[δρίαν ἐν τοῖς ἀγῶ]-
[σι πᾶσι στέφανον ἔχο]ντι χρύσεον· ἐ[ξεῖναι δὲ αὐτῶι ἐμ Πανι]-
[ωνίωι καὶ στροφίσκ]ον φορεῖν χρύ̣[σεον ὅταμ πόλις ἱερὰ ποι]-
[ῆι ἐμ Πανιωνίωι· τὰ δὲ πα]ρὰ Ἰώνων̣ [παρασταθέντα ἱερεῖα]
15 [θύσει, ἐ]π̣ιπ[έμματ]α̣ δὲ [παρέξει τῶι τε βοῒ καὶ τῶι προβάτωι]
[ἐκ τεταρ]τ̣έως ἑκατέρωι ἱερ[είωι καὶ δύο ἡμιτεσσέρια οἴνου· τὸν]
[δὲ ἐ]ω̣νηκότα μήτε ἀφελέ[σθαι μήτε ἐνεχυράσαι τὴν ἱερωσύνην]
[μήτ]ε τὰ διδόμενα γέρα ἀφ[αιρεῖσθαι μηχανῆι μηδεμιᾶι· ἐὰν δέ τις]
π̣αρὰ ταῦτα προθείη καί τι τ[ῶν δεδογμένων λύοι, ἐξώλης εἴη]
20 [κ]αὶ τὰ ἐκείνου πάντα· ἀτ[ελῆ δὲ ἔστω καὶ τὰ τοῦ πατρός,]
ἕως ἂν ζῆι.
Search Help
Contact Us