Terms for sale of priesthood of Dionysos Phleos; II; found
at Priene: *IPriene 174; Syll3 1003; Sokolowski, LSAM 37; SEG 15,
689.
1 | διαγραφὴ Διονύσου Φλέου. |
ἀγ[α]θῆι τύχηι· ἐπὶ τοῖσδε πωλοῦμεν τὴν ἱε̣- | |
ρ̣ω̣σύνην τοῦ Διονύσου τοῦ Φλέου· ὁ πριά̣μ̣ε̣- | |
ν̣ο̣ς̣ ἱερήσεται χρόνον ὅσον ἂμ βιοῖ, ἱερήσε- | |
5 | [τ]α̣ι δὲ καὶ τοῦ Διονύσου τοῦ Καταγωγίου· |
ἀ[τ]ελὴς δὲ ἔσται καὶ τοῦ σώματος· εἶναι̣ | |
δὲ αὐτῶι καὶ ἐμ πρυτανείωι καὶ ἐμ Πανιωνί- | |
ωι σίτησιν πάσας τὰς ἡμέρας· λήψεται δὲ ὧν̣ | |
πόλις θύει σκέλος γλῶσσαν δέρμα παρὰ βω- | |
10 | μ̣οῦ μοίρας· vacat παρέξεται δὲ θύα οὐλὰς λιβανω- |
τὸν ἔλατρα βοῒ μὲν ἐκ τεταρτέως, προβάτωι δὲ | |
ἐξ ἡμιέκτου, γαλαθηνῶι δὲ ἐγ δύο χοινίκων· | |
εἶναι δὲ αὐτῶι καὶ ἐν τῶι θεάτρῳ ἐμ προεδρίαι | |
καθ̣ῆσθαι καὶ στολὴν ἔχειν ἣν ἂμ βούληται καὶ | |
15 | στέφανον κισσοῦ χρυσοῦν· vacat θύσει δὲ καὶ τὰς θυ- |
σίας τὰς ἐν τῶι θεάτρωι τῶι Διονύσωι τῶι Μελ- | |
πομ̣ένωι καὶ λιβανωτὸν ἐπιθήσει καὶ σπονδαρ- | |
χήσει καὶ τὰς εὐχὰς εὔξεται ὑπὲρ τῆς πόλεως | |
τῆς Πριηνέων· ἐχέτω δὲ καὶ στολὴν ἣν ἂμ βού- | |
20 | ληται καὶ στέφανον χρυσοῦν μῆνα Ληναιῶνα |
καὶ Ἀνθεστηριῶνα, καὶ τοῖς Καταγωγίοις καθη̣- | |
γήσεται τῶν συγκαταγόντων τὸν Διόνυσον, | |
στολὴν ἔχων ἣν ἂν θέληι καὶ στέφανον χρυ- | |
σοῦν· vacat ἐὰν δὲ ὑπὲρ ἐξακισχιλίας δραχμὰς | |
25 | εὕρηι ἡ ἱερωσύνη καὶ ἀτελὴς ἔσται ὁ πριάμενος |
λαμπαδαρχίας vacat ἀγωνοθεσίας vacat ἱπποτροφίας | |
ἀρχιθεωρίας vacat γυμνασιαρχίας· vacat ἐὰν δὲ ὑπὲρ μυ- | |
ρίας καὶ δισχιλίας δραχμὰς ἀγοράσηι, ἀτελὴς ἔσ- | |
ται καὶ τριηραρχίας καὶ οἰκονομίας καὶ νεωποΐας | |
30 | καὶ προεισφορᾶς χρημάτων· vacat καταβαλεῖ δὲ ὁ πριά- |
μενος τῶι νεωπόηι τὸ μὲν ἐπιδέκατον παραχρῆ- | |
μα, τῆς δὲ λοιπῆς τιμῆς τὸ μὲν ἥμυσυ μηνὸς̣ Με- | |
ταγειτνιῶνος ἔτους τοῦ αὐτοῦ, τὸ δὲ ἥμυσυ μη̣- | |
νὸς Ἀνθεστηριῶνος ἐπὶ στεφανηφόρου Κλεο- | |
35 | μένου· ἐπρίατο Ἀθηνόπολις Κυδίμου δραχμῶν |
μυρίων δισχιλίων δύο καὶ τοῦ ἐπιδεκάτου δρα- | |
χμῶν vacat χιλίων διακοσίων vacat ὀβολοῦ χαλκῶν | |
τριῶν. |