Decision of Rhodian judges concerning territorial dispute between Priene and Samos; IIb; found at Priene: CIG 2905.1-5; LW 189, 190/1, 192, 193, 194, 205; Papadopoulos Kerameus, MDAI(A) 5, 1880, 339, no. 10A (part); GIBM 403 + 408; *IPriene 37 + 38; Syll3 599; SEG 4, 474; Migeotte, L’emprunt public no. 92; **Shipley, History of Samos 29 note 31 and 34 note 50 (ll. 46-47, 57); SEG 37, 876.  
[ ] IPri 37 + 38
a.1.1 Πριηνέω[ν καὶ Σ]αμίων.
Εὐφανίσκος Καλλ̣ιξείνου καθ’ ὑοθ̣[ε]-
σίαν δὲ Νικασιδάμου, Ἁγήσανδρο[ς]
Ε̣ὐδάμου, Τιμαγόρας Πολεμακλεῦς, [Νι]-
5 κόστρατος Τεισύ[λου, ․c.3․α]νδρος Ἑ[κα]-
τωνύμου αἱρεθέν[τες ὑπὸ το]ῦ δά[μου]
τοῦ Ῥοδίω̣[ν ἀποφαίνεσθαι? περὶ τᾶ]ς̣ χώρα̣ς ὑπὲρ
ἇ̣ς ἀ̣μ̣[φισβατοῦντι Σάμι]οι ποτὶ Πριανε[ῖς κ]α̣ὶ Πρι-
[ανε․c.6․․]ο̣ις̣ κα̣ὶ τοῦ φρουρίου ὃ καλεῖ[τ]αι Κ̣[ά]-
10 ριον ὑπὲρ οὗ ἀμφισβατοῦντι Σάμιοι καὶ Πριανεῖς,
ἀξιωθέντος̣ τοῦ δάμου ὑπὸ Σαμίων καὶ Πριανέ-
ων ἂνδρας ἀ̣ποδεῖξαι, οἵτινες κρινοῦντι καὶ ὁρι-
ξοῦντι καὶ ἀ̣ποφανοῦνται ἢ συλλυσοῦντι, δικαιολο-
γησα̣[μένω]ν τῶν αἱρεθέντων ὑπὸ μὲν Σαμίων
15 [—]ΣΩ[— τοῦ]
[․c.3․]θίων̣ος̣, [ὑπὸ δὲ Πριανέων] Ἀ̣πολλοδώρου
[το]ῦ Πο[σ]ε̣[ιδωνίου, φύσει δὲ Ἀρτεμ]ιδώρου, Καλλι-
κράτευς τοῦ Ἀπολλωνίου, Παρρασίου τοῦ Παρρασίο[υ,]
*MHTRODW/ROU TOU= *)ARISTODH/MOU, *)ALKISQE/NEUS TOU=?
20 Ἀνύτου, καὶ διακούσαντες αὐτῶν ἔν τε Ῥόδωι ἐν
τῶ̣ι ἱερῶι τοῦ Διονύσου καὶ ἐπὶ τᾶς χώρας τᾶς ἀμφισβα̣-
[τουμέ]νας ἐφ’ ἃν ἐπάγαγον ἁμὲ ἑκάτεροι καὶ ἐπὶ τοῦ
[φρουρί]ου ὃ καλεῖται Κάριον καὶ ἐν Ἐφέσωι ἐν τῶι ἱερῶι
[τᾶς Ἀρτέμι]δος, ἐπο[ιησάμεθα τὰν] κρίσιν κατὰ τὰ ὑφ
25 [ἁμῶν ἐφε]ο̣ραμ̣έ̣[να, καὶ ἐκρί]ναμεν ε̣[ἴμειν?]
[τὸ φρούριον ὃ κα]λεῖται Κάριον κα[ὶ τ]ὰμ [περὶ]
[αὐτὸ χώ]ραν ἐπείμειν Πριανέων· τὰν δὲ ἀπόφα[σιν]
[δόν]τες ὑπὲρ τούτων καὶ ποιήσαντες ἀντίγραφα
[δύο,] ἐ̣δώκαμεν τὸ μὲν ἓν τοῖς πρυτάνεσι τοῖς Σαμίων̣
30 Πρωτομάχωι Τρίτωνος, Σιμαλίωνι Εὐφράνορος, Θεο-
μνήστωι Ἰσοκράτευς, Ἡγεπόλει Ἀντιπάππου, Λυσιμά-
χωι Διονυσίου, καὶ τῶι γραμματεῖ τᾶς βουλᾶς Μενίπ-
[π]ωι Κλέωνος, ὡ̣ς μὲν Ῥόδιοι ἄγοντι, ἐπὶ ἱερέως Πρ̣ατο-
[φάνευς, μηνὸς —, ὡς δὲ Σάμιοι]
35 [ἐπὶ δαμιοργοῦ — μηνὸς —]
[—, τὸ δὲ ἄλλο ἐδώκαμεν τοῖς Πριανέων —]
[—]
[—]
ου τοῦ Φιλοτίμου καὶ Λυκίππωι? Ἀντιόχου [—]
40 [․c.1․ Ἀ]πολλοδώρου, Εὐφά[νει] Ἀρτεμιδώρου, Διο[κλέϊ καὶ Ἀ]-
[π]ολλοδώρωι Ποσειδωνίου, Σωτ[—, Φι]-
[λ]ώτα[ι] Παμ<μ>ένο<υ>, ὡς μὲν Ῥόδιοι ἄγοντι μηνὸς
Πανάμου ἐνάται [ἐπὶ δέκα?], ὡς δὲ Πριανεῖς [μην][ς Θαργη]-
λ<ι>ῶνο[ς —. ἔφασαν δὲ Σάμιοι τὰν χώραν]
45 τὰν Βατ[ινᾶτιν —]
[․c.4․] τοὺς δ[ὲ —]
Πριαν̣[εῖ]ς μετὰ Μελιέ̣[ων — πολε]-
μίαν ἔ̣[χειν,] στάσιος δὲ γε[νομένας —]
[․c.4․]ΠΟ[—]
50 τοὺς [— Μιλη?]-
σίους [—]
νος Κ․[—]
[․․․․․c.15․․․․․․] Κάριον καὶ Δρυοῦ[σσαν, καὶ ἐπε]δείκν̣[υον ἐν]
[ταῖς Μαιανδρ]ίου τοῦ Μιλησίου ἱστο[ρίαις κατακε]χωρισμ[ένον,]
55 [διότι καὶ ἁ] λοιπὰ χώρα ἁ Μελιὰς [ὑπὸ Ἰώνων κοινο]ῦ? αὐτοῖς ἐ-
[δόθη μ]ετὰ τὸμ πόλεμον τὸμ Με[λιακόν, ἐφ’ ὧι νέμε]σθαι αὑτᾶ[ς ․c.2․]
[․c.5․] παρὰ μὲν Μιλησίων Ἀκ[άδαμιν] καὶ ἐπὶ? τοῖ]ς αὐτοῖς Θή[βας]
[καὶ Μ]αραθήσιον, καθὼ[ς καὶ τὸ Ἰώνων κοιν]ὸν ὑπὲρ αὐ[τῶν]
[ἔκρινε] Πανιωνίοις [ἐν συλλόγωι, παρὰ] δὲ Κολοφωνίω[ν]
60 Ἄναια [—]
ὑπὲρ τ̣[—]
ἐνεφ[άνιξαν? — καθὼς ἐπέ]-
βαλλ[ε. ἔ]φα̣σα̣[ν δὲ Πριανεῖς —]
τοῦτο το̣ῖ̣ς̣? [—]
65
2.65 [— ἐπὶ στεφαναφόρου Μακαρέως]
[τοῦ μ]ε̣τὰ Ἀθηναγόραν συμφυγεῖν εἰς τὸ Κ[άρι]ον, φρουραρχοῦν-
[τος ἑν]ὸς τῶν πολιτᾶν, καὶ τόν τε φρούραρ[χο]ν̣ καὶ τοὺς φύλα-
[κας] διὰ τὸ αἱρεῖσθαι τὰ τοῦ τυράννου πάν[τ]ας διαφθε<ῖ>ραι, καὶ
[ὑπὲ]ρ τούτων ἐπεδείκνυον ψάφισμ̣[α τ]ὸ ἀπο[στ]αλὲν ποτὶ
70 [αὐτ]οὺς ὑπὸ τῶν περὶ τὸν τύραννο[ν κ]αὶ τὰ ψαφίσμα[τ]α̣ τὰ
[ἀποστ]α̣λέντα πὸτ αὐτοὺς καθ’ ὃν̣ καιρὸν ἦσαν ἐκπεπ[τω]-
[κότες ὑ]πὸ τῶν περὶ τὸν τύραννον̣ καὶ συμπεφ[ευ]γότες
εἰς τὸ Κάριον, ἃ ἦν ὑπὸ πλειόνων πολίων ἀπε[στα]λμένα· ἐπ[ε]-
δείκνυον δὲ καὶ τὸ ψάφισμα ὃ ἔγραψαν ποτὶ τὸν δᾶμον τὸν
75 [Ῥ]οδίων, ἐόντες ἐν τῶι Καρίωι, ὑπὲρ τοῦ καταγαγε[ῖ]ν αὐτοὺς εἰς
τὰν πόλιν, καὶ Πριανέων ποτὶ τοὺς βασιλ[έας Δη]μήτριόν τε καὶ
*LUSI/MAXON U(PE\R AU)TW=N DU/O [YA]F?[I/]SM?[ATA,] KA[I\] A)/LLO YA/FISMA
παρὰ Ῥοδίων ὑπὲρ τοῦ καταφυγε[ῖν το]ὺς περὶ [τὸν τ]ύραννον, καὶ ἄλ-
λο ὑπὲρ ὅπλων δόσιος καὶ ποτὶ Ῥοδίους ὑπὲρ δανεισμοῦ
80 χρημάτων· ἔφασαν δὲ καταλυθείσας τᾶς τυραν-
νίδος, ἃ ἐ[γ][νετο ἐπ’ ἔτ]η τ[ρ]ία, κατελθόντε̣ς̣ ἐκ τοῦ Καρίου ἐς τὰμ
πόλιν ἐπὶ στ[εφα]ναφόρου Λύκου, καὶ τὸ φρούριον ἔχειν καθὰ
καὶ πρότερο[ν, κ]αὶ τ[ὰν χ]ώραν νέμεσθαι· καὶ μετ’ ἐνιαυτὸν
ἐπὶ στεφανα[φόρου Καλ]λιστράτου τᾶς ἀ̣πολειπομένας
85 [ἐν] τῶι τόπωι δ[αμοσίας χ]ώρ̣ας ἀπ[οδ]ό̣σ̣θ̣[αι] μέρη τινὰ διελόν-
[τες εἰς κλά]ρους τριάκοντα ἑπτά, καὶ παρεδείκ[νυον]
[καὶ δύο? ἄ]λλα ψαφίσματα ὑπάρχοντα ἐν τῶι ἱερ[ῶι περὶ]
[τοῦ] λά̣χο[υς] τριάκοντα καὶ ἑπτὰ κλάρων, καὶ [ἐπὶ στεφανα]-
φόρου [․c.5․ ὅς ἐσ]τι ἀπὸ Καλλιστράτου πέμπτος, [ἀποδόσθαι]
90 [μέρη τινά, διελόντες εἰς] ἄλλους κλάρους πέντε. ἔφα[σαν δὲ Σάμιοι]
[․c.5․ ὑπὸ Πριανέων τὸ φρού]ριον αὐτῶν παραιρῆσθαι καὶ [—]
[․․․․․․․․․․c.25․․․․․․․․․․․] ἀποστέλλοντες ποτὶ Λυ[σίμαχον]
[․․․․․․․․․c.23․․․․․․․․․․] τὸ φρούριον αὐτῶν παραιρ[ῆσθαι]
[․․․․․․․․․․․․c.29․․․․․․․․․․․․․ τ]οῦ τυράννου κατ[—]
95 [․․․․․․․․․․․․․c.31․․․․․․․․․․․․․․]ο̣ν ἀποστεῖλαι ποτ[ὶ —]
[․․․․․․․․․․․․․․c.32․․․․․․․․․․․․․․ πο]τὶ Λυσίμαχο[ν —]
Σάμου, παρε․[․c.4․]ΑΙον δὲ καὶ καθ’ ὃ̣ν καιρὸν [—]
ἐπιστολὰς ὑπὸ Ἁγησάρχου ἐν αἷς ὑπὲρ μὲν ἰδ̣ιω̣[τικᾶν ἀμφισβασιᾶν ἐλέγετο, ὑπὲρ δὲ τοῦ Καρίου]
καὶ τᾶς περὶ τὸ Κάριον χώρας οὐθεὶς ἀμφεσβάτει· [νῦν δὲ τοὺς Σαμίους ἀποστεῖλαι ποτὶ τὸν δᾶμον]
100 τὸν Ῥοδίων ἐγκαλοῦντας ὅτι χώρας τε πλῆθο[ς νέμοιντο Πριανεῖς παρὰ τὸ δίκα]ιον [καὶ μάλιστα τὸ]
Κάριον, ὑπὲρ οὗ νῦν διακρίνεσθαι· οἱ δὲ Σάμιοι τά τε [τῶν ἱστ]ο[ρι]ο[γράφω]ν [μαρτύρια ὑφαγ]ήσαντο
καθὰ καὶ ἐπὶ τᾶς κρίσιος τᾶς ὑπὲρ τοῦ Βατινήτου, ἀπὸ [τούτων π]ειρού[μενοι] δεικνύειν διότι
τὸ Κάριον καὶ ἁ περὶ τοῦτο χώρα αὐτοῖς ἐπικλα[ρωθείη, καὶ καθ’ ὃν καιρ]ὸν διαιροῦντο τὰν τῶν Μελιέων
χώραν, λαχεῖν αὐτοὶ Κάριον καὶ Δρυοῦσσαν κατὰ τὰ [ἐν ταῖς ἐπ]ιγραφομέναις Μαιανδρίου τοῦ Μι-
105 λησίου ἱστορίαις κατακεχωρισμένα, διότι λάχο[ιεν Κάριον καὶ Δρ]υοῦσσαν· μετὰ δὲ τὰν παράταξιν
τὰν γενομέναν αὐτοῖς ποτὶ Πριανεῖς ἐπὶ Δρυῒ καὶ νίκ̣ας κρίσιν ἔχειν, [καὶ] ταύταν τὰν χώραν ἐν ταῖς συνθήκαις
αὐτῶν γενέσθαι· ὁρίξασθαι γὰρ πὸτ αὐτοὺς ὡς ὑδάτων ῥοαί· καὶ παρ[είχ]οντο ἱστοριογράφους τοὺς μαρτυ-
ροῦντας αὐ̣[τοῖς,] ὅτι μὲν τὸ Kάριον ἔλαχον μετὰ τὸν Μελιακὸν πόλ[εμον, ὅτε] διωρίξαντο ποτὶ τοὺς
Πριαινε[ῖς ὡς ὑδάτ]ων ῥοα̣ί, Ε̣ὐάγωνά τε καὶ Ολύμπιχον κ[αὶ] Δοῦρ̣ιν, [τὸ] δὲ Κάριον ἔφασαν αὐτῶν κατα-
110 λαβέσθαι Πριανε[ῖς τ]ο[ὺς ἐκπ]εσόντας ὑπ[ὸ] τ[οῦ Ἱέρωνος τοῦ προσποιησαμένου τὰν τυραννίδα καὶ τῶν περὶ αὐτόν,]
ἐξ οὗ ὁρμουμένους κατατρέχειν καὶ κακοποιεῖν τόν τε Ἱέ[ρωνα καὶ τοὺς τὰ αὐ]τὰ τῶι Ἱέρωνι αἱρε[υμένους, καὶ κα]-
τασχόντας ἔτη τρία κατελθεῖν εἰς τὰμ πόλιν ἐκπολιορκηθέντος τοῦ τυράννου τοῦ ἐν τᾶ̣ι [πόλει· καὶ]
μηκέτι προέσθαι Πριανεῖς, ἀλλ’ [ἔχ]ειν ἔστε καὶ τὸν νῦν χρόνον [τοὺς ἐκγόν]ους αὐτῶν· τᾶς δὲ χώ̣[ρας τᾶς περὶ αὐ]-
τὸ ἄρξασθαι αὐτοὺς ἐπιβαίνειν καθ’ ὃν καιρὸν κατελθόντες [ἐς Πριάναν ἐπύθοντ]ο δοκιμασίαν πεποι[ῆσ]-
115 θαι πάντας Σαμίους καὶ ἀπογραφὰν τᾶς τε ἐν τᾶι νάσωι καὶ τᾶς [ἐ]ν [τᾶι] π[ε]ρ[αίαι γᾶς, καὶ μὴ ἂν] γενέ[σθαι πὸτ αὐ]-
τοὺς ἀμφισβασίας διὰ τὸ ἐκ πλείονος χρόνο̣υ τὰν ἀπογραφὰν ποεῖσθαι· λαβομ[ένους δὲ Πρια]νεῖς ἐπεμβαί-
νειν τᾶς χώρας αὐτῶν, ὅθεν ὤιοντο δεῖν ἀποδοθήμειν τὸν ἐξ ἀρχᾶς μὲν ἴδι[ον αὐτῶν γενόμεν]ον κλᾶρο[ν,]
ὕστερον δ̣ὲ παραιρεθέντα ὑπὸ Πριανέων. ἁμὲς δὲ θεωροῦντες τοὺς γράψαντας τὸμ [πόλεμον τὸμ] Μελια-
κὸν καὶ τὰν διαίρεσιν τᾶς χώρας τοὺς μὲν ἄλλους πάντας φαμένους ἐκ τᾶς διαιρέσιος λ[αχ]ό̣[ντας Σαμίους]
120 Φύγελα, καίπερ ὄντας τέσσερας μὲν Σαμίους· Οὐλιάδην καὶ Ὀλύμπιχον καὶ Δοῦριν καὶ Εὐάγωνα, δύο δὲ Ἐφεσίους·
Κρεώφυλον καὶ Εὐάλκη, Χῖον δὲ Θεύπομπον, οὓς πάντας ἐν ταῖς <ἱ>στορίαις εὑρίσκομεν κατακεχωρικότας διότι ἔλαχον
Φύγελα· μόνον δὲ ἐν ταῖς ἐπιγεγραμμέναις Μαιανδρίου τοῦ Μιλησίου ἱστορίαις κατακεχωρισμένον διότι ἔλαχον
Σάμιοι Κάριον καὶ Δρυοῦσσαν· αἷς πολλοὶ τῶν συγγραφέων ἀντιγράφοντι, φάμενοι ψ[ευδε]πιγράφους εἴμειν
[— ἐπὶ στεφαναφόρου Μακαρέως —]
125 [κ]αὶ ἐκπεσεῖν μὲν Καρ[ίου ․․c.8․․․]ΟΣΙΑ? καὶ [— κατελθεῖν ἐπὶ στεφαναφό]-
ρου Λύκου, ὅς ἐστι ἀπὸ Μακαρέως τέταρτος· ποτὶ δὲ τὸν Λυσίμαχον ἀ[ποστ]εῖλαι ὑπὲ[ρ τ]ο̣ῦ Βατινήτο[υ ἐπὶ στε]-
φαναφόρου τοῦ θεοῦ τοῦ μετὰ Νίκανδρον, ὅς ἐστι ἀπὸ Λύκου πεντε[και]δέκατος, καὶ ἀπὸ κήνου τοῦ χρόνου
ἐχόντων αὐτῶν καὶ τὸ φρούριον καὶ τᾶς χώρας τᾶς περὶ τὸ φρούριον [πε]πρακότων κλάρους τεσσεράκοντα
καὶ δύο, οὐκ ἀγανακτῆσαι τοὺς Σαμίους οὐδ’ ἀποστεῖλαι πὸτ αὐτοὺς π[ρ]εσβείαν ἐγκαλοῦντας ἐπὶ τοῖς διωι-
κημένοις, ἀλλὰ ἀμφισβασίας μὲν πὸθ αὑτοὺς ἰδιωτικὰς γεγόνειν? [π]αρορίας τοὺς? ἐκ τοῦ Καρίου οὐκ ἀμφεσ-
130 βατήκειν τοὺς Σαμίους, ἀλλὰ τοὐναντίον ἐν τῶι ποτὶ Λυσίμαχον ἀ[ποστ]αλέντι ψαφίσματι γεγράφθαι, διότι
Πριανεῖς ἔχοντι τὰν αὑτῶν χώραν·  μετὰ δὲ τὰν ἀναφερομέναν [ἐπ]ὶ Λυσιμάχου κρίσιν γεγόνειν δια-
γενομένων ἐτῶν πλειόνων, βασιλεύοντος Ἀντιόχου τοῦ Ἀντιόχου, [γε]νομένων περὶ αὐτοὺς καιρῶν δυσχε-
[ρῶν,] πέμψαι πὸτ αὐτοὺς Σαμίους [πρέσβεις λέγοντας,]
ὅτι ἐν παρορία[ι] ἐνεκάλουν, ὑπὲρ δὲ Καρίου οὐθὲν
135 [εἰρηκέναι —]θα περὶ [αὐτ]οὺς τὸν Λαοδίκειον πόλεμον, ἐν ὧι
[— πεμφθέν]τ[ος δὲ πὸ]τ αὐτοὺς ἐπιστάτα{ς} Σίμωνος, ὃν χ[ρό]-
[νον —] τὰς οὐσίας καταγαγεῖν εἰς τὰμ πό[λιν]
[— ποτ]ὶ τὸν γενόμενον διάδοχον τᾶς βασιλείας Φί-
[λιππον — ἀ]ποδόμειν τὰν χώραν ἃν ἔχοντες ἐξέπεσον ὑ-
[πὸ — κατελ]θόντες δὲ εἰς τὰν πόλιν νέμεσθαι τὰν χώ-
140 [ραν — παρα?]βαίνοντας τὰς χώρας τὰς ὁμόρους ἃς αὐ-
[τοὶ — ἐ]πὶ τᾶς Ἀντιγόνου βασιλείας, ὅθεν καὶ α
[— ἀμφισβατ]οῦντας τοῖς Πριανεῦσι διότι παρορίζον-
[ται — ἀγανακτ]ῆσαι καὶ ἀποστεῖλαι πρεσβείαν ποτὶ Ἀντί-
[γονον — τ]ε παρορίζεσθαι αὐτῶν καὶ τὰν ἐν τῶι
145 [—]γράψαι πὸτ αὐτούς, διότι κρίνει ἐπὶ μὲν
[—] Ἀλεξάνδρου διαβάντος εἰς τὴν Ἀσίαν ἐνέμον-
[το —] τοὺς πρεσβευτὰ{ι}ς {²⁶πρεσβευτὰς}²⁶ τοὺς παρὰ τῶν Σαμί-
[ων — ἐνέμοντ]ο [ταύτ]αν τὰν χώραν, καὶ ἐπ’ Ἀντ[ι]-
[γόνου — ἐν ταῖς ἐπιστολαῖς] τα̣ῖς βασιλικαῖς εὑρε-
150 [θ — Ἀντίο?]χον τὸμ βασιλῆ ὑπ[ὲρ] τὰς κρίσιος [․․․c.10․․․]
[— μν]αμονεύοντας, καὶ πά[λ]ιν ἐπ’ Ἀντιόχου τοῦ βασιλέως
[— ὑπὲ]ρ τοῦ παρορίζεσθαι τὰγ χώραν, ὑπὲρ τοῦ φρουρίου οὐθ[ὲ]ν
[εἰρηκότας, καὶ ποτὶ? — Ἀν?]τίοχον τὸν ὑπὸ βασιλέως Πτολεμαίου τεταγμένον
[— ὑπὲρ τοῦ φρουρί]ου οὐθὲν εἰρηκότας, καὶ διὰ τὰς ἄλλας αἰτίας τὰς κατα-
155 [κεχωρισμένας —] ἀφ’ οὗ τὰμ πόλιν οἰκοῦντι παραδεικνύντας ὅτι καὶ τὸ φρούριον
[καὶ ἁ περὶ τὸ φρούριον χώρα — π]άντα δίκαια τὰ εἰρημένα ὑπὸ Πριανέων καὶ κατακεχ[ωρισμένα]
[— ἐκρίνομεν τὸ φρούριον καὶ τὰν περὶ τ]ὸ φρούριον χώραν εἴμειν Πριανέων <⁶¹[—]>⁶¹[⁵¹[—]]⁵¹
ὅρους δὲ ἀπεδείξαμεν τᾶς τε Σαμίας καὶ Πριανίδος χώρας, ἀρχόμενοι, ὡς μὲν Σάμιοι ποταγορεύοντι, ἀπὸ τῶν
κατὰ Σανίδειαν τόπων, ὡς δὲ Πριανεῖς, ἀπὸ Θινίχου πάγου, τὸν πρᾶτον λόφον τὸν πετρώδη τὸν ὑπερκεί-
160 μενον ὑπὲρ τὰ ἐργάσιμα, ἐφ’ οὗ καὶ ὅρον ἐπεκολάψαμεν. ἐφ’ οὗ ἀνατείνει ἁ ἐκ τοῦ παρακειμένου ποταμοῦ
φάραγξ ἁ ἀναφέρουσα παρὰ τὰ ἐργάσιμα· ἇς μεταξὺ καὶ τοῦ προγεγραμμένου λόφου ἄλλον ὅρον ἐπὶ πέτρας
ἐπεκολάψαμεν, ὥστε τὰ μὲν ὑπὸ τὸν λόφον καὶ τὰμ φάραγγα καὶ τοὺς ἐπικολαφθέντας ὅρους εἴμειν Σαμίων,
τὰ δὲ ὑπὲρ τὸν λόφον καὶ τὰν φάραγγα καὶ τοὺς ἐπικολαφθέντας ὅρους εἴμειν Πριανέων· ἀπὸ δὲ τοῦ λόφου τοῦ
πράτου <⁶³ἀποδειχθέντος>⁶³[⁵²ἀποδεοθέντος]⁵², ὅς ἐστι ὑψηλότατος, ἄλλον ὅρον ἐπεκολάψαμεν ἐν τῶι καταλήγοντι τοῦ λόφου· ἀπὸ δὲ τούτου
165 ἐπ’ εὐθείας ἄλλον ἐθήκαμεν ὅρον· ἀπὸ δὲ τούτου ἐπ’ εὐθείας πάλιν ἐθήκαμεν ὅρον· ἀπὸ δὲ τούτων ἐπ’ εὐθεία̣ς ἁ φάραγξ
ὁρίζει ἔστε τὸν ὅρον ὃν ἐθήκαμεν παρὰ τὰν φάραγγα· ἀπὸ δὲ τούτου ἀναβαίνουσι ποτὶ τὸν πετρῶνα ἄλλον ὅρον
ἐπεκολάψαμεν εἰς τὸν πέτρον· ἀπὸ δὲ τούτου ἐν τῶι πετρῶνι ἄλλον ὅρον ἐπεκολάψαμεν· ἀπὸ δὲ τούτου ὡς
παραφέρει παρὰ τὸν βουνὸν εἰς τὸ ἀπολῆγον αὐτοῦ ὅρους ἐπεκολάψαμεν <δύο>· ἀπὸ δὲ τῶν ἐγκολαπτῶν ὅρων εἰς τὸν ἀπέ-
ναντι βουνὸν τὸν λεπρὸν ἐθήκαμεν ὅρον, καὶ ἀπὸ τούτου παρὰ τὸν βουνὸν ἔστε καὶ τὰν φάραγγα ἐθήκαμεν ἄλλον ὅρον· ἀπὸ
170 δὲ τούτου [καὶ παρὰ ταύ]ταν κατέναντι τοῦ ὄρευς διαβάντων τὸν ποταμὸν ἄλλον ἐθήκαμεν ὅρον· ἀπὸ δὲ τούτου ἐπιστρέψαν-
[τες —]
aa.2.1 [—] δύο, ἐν οἷς Ι̣․ΣΕ̣[—]
[—] οὗ? ἔφασαν γεν[έσθαι —]
[—] Ῥοδίων ἀποστ̣[ειλ— ]
bb.2.1 [—]σθ[—]
[— τὴ]ν χώρ[αν—]
[—] τῆι Γ̣[—]
1.2.1 ․․μα[—]
νοντο [—]
νας̣ [—]
γενόμενο[ν — τοὺς Πρι]-
5 ανεῖς καὶ το[—]
2.i.2.1 [—]ον Ἀθ[—]
[—]α̣ τε κηνο[—]
k.2.1 Λ̣Ι̣Α̣Λ̣Ι̣Ι̣[—]
θήμειν τ[—]
4.k.2.1 [— ἀμφ]ι̣σ̣βατοῦντας ὑπὲρ τοῦ Βατινήτο[υ —]
[—]ν ἐμ πράγμασιν αὐτὸν εἶμεν κ[—]
[— πολ]έμου ποτὶ τὰ̣ς πόλει[ς μ]ή̣τε κ̣[—]
5.k.2.1 [—]νον καὶ [—]
[— τ]ὸ Κάριον [—]
[—]ιγράψαν[τ—]
[—]ων ἀπόφ[ασιν —]
5 [—]γεα, Ἐφεσ[ίους —]
[— ἱστοριογρά]φους Σα[μίους —]
[— Χῖον δὲ Θε]ύπομπον [—]
[— Σάμι]οι Φύγελ[α —]
[— Κ]άριον κ[αὶ —]
10 [— ψευδε]πιγρα[φ —]
6.f.2.1 [—]κατε[—]
[—ε]νεγκ[—]
[—]ου ποτ[—]
[— το]ὺς πρεσ̣[βευτὰς —]
g.2.1 [—]ωι τῶ[ι —]
[—]ου κατ[—]
[—] τῶι τ[—]
9.g.2.1 [— τὸ φ]ρούρ[ιον —]
[— ν]ῦν τ[ε —]
[—]εν τ[—]
10.g.2.1 ․Σ̣․Ι̣․4․․
παρθένον
[ἐ]ξ̣ενεγκεῖν
[—]ρ̣ους
11.g.2.1 [— Ἀντ]ίγονον [—]
[—] ἔγκλημα̣ [—]
[—]θαι καὶ [—]
5 [—] κα̣τέ̣κ̣[ρινε —]
[—]υτων τὸ [—]
[—] καταγα[γ—]
[—] ὑπὸ τᾶ̣[ς —]
Search Help
Contact Us