Senatus Consultum reversing judgement of Manlius
concerning territorial dispute between Priene and Samos and
reaffirming judgement of Rhodes in favor of Priene; 135 BC; found
at Priene: CIG 2905.6; LW 195-8; GIBM 405; IPriene 41 and p. 309
(PH, partial); Syll3 688; *Sherk 10B.
1 | δόγμα τὸ κομισθὲν παρὰ τῆς συ[γκλήτου Ῥωμαίων ὑπὸ τ]ῶν ἀποσταλέντων πρεσβευτῶν ὑπὲρ τῶν πρὸς Σαμίους· |
Σέρουιος Φόλουιος Κοίντου υἱὸς στ[ρατηγὸς ὕ]πατος, τῆι συκλήτωι συνεβουλεύσατο ἐγ κομετίωι πρὸ ἡμε- | |
ρῶν πέντε εἰδυιῶν Φεβροαρίων. γραφομ̣[ένωι παρ]ῆσαν Λεύκιος Τρεμήλιος Γναίου Καμελλία, Γάιος Ἄννιος Γαίου | |
Καμελλία, v1 Λεύκιος Ἄννιος Λευκίου Πο[λλία. π]ερὶ ὧν Σάμιοι πρεσβευταὶ Τηλέμαχος Μάτρωνος, Λέων Λέοντος, | |
5 | ἄνδρες κα[λοὶ κ]αὶ ἀγαθοὶ καὶ φίλ̣οι παρὰ δ̣ήμο[υ καλοῦ] καὶ ἀγαθοῦ καὶ φίλου συμμάχου τε ἡμετέρου v1 λόγους ἐποήσαντο |
κατὰ πρό[σ]ωπον πρὸς Πριην[ε]ῖς π[ερὶ χ]ώρας [καὶ ὁρίων, ὅπως ὦσιν,] καθ̣ὼς Γναῖο{ι}ς {²⁶Γναῖος}²⁶ Μάνλιος καὶ οἱ | |
δέκα πρεσβευταὶ διέταξαν | |
μετὰ τὸν πρὸς Ἀντίοχον πόλεμον· καὶ περὶ ὧν Πριηνεῖς πρεσβευταὶ [—]ρου, v1 Ἀνα[ξ]ι[—,] | |
[Ζ]ηνόδοτος Ἀρ[τέμωρος ἄ]νδρες καλοὶ καὶ ἀγαθοὶ καὶ φίλοι π[αρὰ δήμου κα]λοῦ καὶ ἀγ[αθοῦ] συμμάχου τε [ἡμετέρου] | |
10 | λόγους ἐποήσα[ντο κατ]ὰ πρόσω[πον πρ]ὸς Σαμίου[ς] περὶ χώρας καὶ περὶ ὁρίων, ὅπως οὕτω[ς ὦ]σιν, καθὼς ὁ δῆμος ὁ Ῥοδίων |
ἐκατέρων θελόν[τ]ων ἔκρινεν· περὶ τούτου τοῦ πράγματο[ς ἀποκρι]θῆναι οὕτως ἔδοξεν· ἡμῖν οὐκ εὐχ[ερ]ές {εἶναι} ἐστιν μετα- | |
θεῖναι ἃ ὁ δῆμος ὁ Ῥοδίων ἑκατέρων θελόντων κέκρι[κε κ]αὶ ὁρ[ισμὸν] πεποίηται, τοῦ μ[ὴ] τούτωι τῶι κρίματι καὶ τού[τοις τοῖς ὁρίοις] | |
ἐμμείνωσιν· τ[ούτ]ωι τε τῶι κρίματι καὶ τού[τοις τοῖς ὁρίοις ἐμμένει]ν ἔδοξεν· τούτοις τε ξένιον εἰς ἑκάστην πρεσβείαν ἕως | |
ἀπὸ σηστερτίων νόμων ἑκατὸν εἴκοσι [Σερούιος Φ]όλ[ο]υιος Κοίντου ὕπατος τὸν ταμίαν ἀποστεῖλαι κε[λευσάτω καὶ πραξάτω,] | |
καθὼς ἂν αὐτῶι ἐκ [τ]ῶν δημοσίων πραγμάτων [καὶ τῆς ἰδίας πίσ]τε[ως φαίνηται.] ἔδοξεν. |