Senatus Consultum reversing judgement of Manlius concerning territorial dispute between Priene and Samos and reaffirming judgement of Rhodes in favor of Priene; 135 BC; found at Priene: CIG 2905.6; LW 195-8; GIBM 405; IPriene 41 and p. 309 (PH, partial); Syll3 688; *Sherk 10B.  
[ ] Sherk 10B
See also:
1 δόγμα τὸ κομισθὲν παρὰ τῆς συ[γκλήτου Ῥωμαίων ὑπὸ τ]ῶν ἀποσταλέντων πρεσβευτῶν ὑπὲρ τῶν πρὸς Σαμίους·
Σέρουιος Φόλουιος Κοίντου υἱὸς στ[ρατηγὸς ὕ]πατος, τῆι συκλήτωι συνεβουλεύσατο ἐγ κομετίωι πρὸ ἡμε-
ρῶν πέντε εἰδυιῶν Φεβροαρίων. γραφομ̣[ένωι παρ]ῆσαν Λεύκιος Τρεμήλιος Γναίου Καμελλία, Γάιος Ἄννιος Γαίου
Καμελλία, v1 Λεύκιος Ἄννιος Λευκίου Πο[λλία. π]ερὶ ὧν Σάμιοι πρεσβευταὶ Τηλέμαχος Μάτρωνος, Λέων Λέοντος,
5 ἄνδρες κα[λοὶ κ]αὶ ἀγαθοὶ καὶ φίλ̣οι παρὰ δ̣ήμο[υ καλοῦ] καὶ ἀγαθοῦ καὶ φίλου συμμάχου τε ἡμετέρου v1 λόγους ἐποήσαντο
κατὰ πρό[σ]ωπον πρὸς Πριην[ε]ῖς π[ερὶ χ]ώρας [καὶ ὁρίων, ὅπως ὦσιν,] καθ̣ὼς Γναῖο{ι}ς {²⁶Γναῖος}²⁶ Μάνλιος καὶ οἱ
δέκα πρεσβευταὶ διέταξαν
μετὰ τὸν πρὸς Ἀντίοχον πόλεμον· καὶ περὶ ὧν Πριηνεῖς πρεσβευταὶ [—]ρου, v1 Ἀνα[ξ]ι[—,]
[Ζ]ηνόδοτος Ἀρ[τέμωρος ἄ]νδρες καλοὶ καὶ ἀγαθοὶ καὶ φίλοι π[αρὰ δήμου κα]λοῦ καὶ ἀγ[αθοῦ] συμμάχου τε [ἡμετέρου]
10 λόγους ἐποήσα[ντο κατ]ὰ πρόσω[πον πρ]ὸς Σαμίου[ς] περὶ χώρας καὶ περὶ ὁρίων, ὅπως οὕτω[ς ὦ]σιν, καθὼς ὁ δῆμος ὁ Ῥοδίων
ἐκατέρων θελόν[τ]ων ἔκρινεν· περὶ τούτου τοῦ πράγματο[ς ἀποκρι]θῆναι οὕτως ἔδοξεν· ἡμῖν οὐκ εὐχ[ερ]ές {εἶναι} ἐστιν μετα-
θεῖναι ἃ ὁ δῆμος ὁ Ῥοδίων ἑκατέρων θελόντων κέκρι[κε κ]αὶ ὁρ[ισμὸν] πεποίηται, τοῦ μ[ὴ] τούτωι τῶι κρίματι καὶ τού[τοις τοῖς ὁρίοις]
ἐμμείνωσιν· τ[ούτ]ωι τε τῶι κρίματι καὶ τού[τοις τοῖς ὁρίοις ἐμμένει]ν ἔδοξεν· τούτοις τε ξένιον εἰς ἑκάστην πρεσβείαν ἕως
ἀπὸ σηστερτίων νόμων ἑκατὸν εἴκοσι [Σερούιος Φ]όλ[ο]υιος Κοίντου ὕπατος τὸν ταμίαν ἀποστεῖλαι κε[λευσάτω καὶ πραξάτω,]
καθὼς ἂν αὐτῶι ἐκ [τ]ῶν δημοσίων πραγμάτων [καὶ τῆς ἰδίας πίσ]τε[ως φαίνηται.] ἔδοξεν.
Search Help
Contact Us