Letter of Paulus Fabius Maximus, proconsul of Asia, concerning moving beginning of year to Augustus’s birthday; c. 9 BC (?); found at Priene, other copies found at Apameia and Maionia: Mommsen & Wilamowitz, MDAI(A) 24, 1899, 275-293; OGIS 458I; IPriene 105, ll. 1-30; Keil & Premerstein, Denkschr. Akad. Wien 54, 1911, 2, pp. 80-2, no. 166; Deissmann, Licht vom Osten44 313-7 (PH); SEG 15, 815; Laffi, SCO 16, 1967, 20-1, no. 4; *Sherk 65A.  
[ ] Sherk 65A
See also:
1 [—]
[․c.2․ παρ]ὰ τῶν πρότ[ερ]ον παρειλ[ήφαμεν —]
[․c.5․] τῶν θεῶν [ε]ὐμενὲς κα[ὶ —]
[πότ]ε̣ρ̣ον ἡδείων ἢ ὠφελ[ιμω]τ[έρα ἐ]στὶν ἡ τοῦ θειοτάτου Καίσαρος γενέ-
5 θλιος ἡμέρα, ἣν τῆι τῶν πάντων ἀρχῆι ἴσηι δικαίως ἂν εἶναι ὑπ[ολά]βοιμεν,
καὶ εἰ μὴ τῆι φύσι, τῶι γε χρησίμωι, εἴ γε οὐδὲ[ν ο]ὐχὶ διαπεῖπτον καὶ εἰς ἀτυ-
χὲς μεταβεβηκὸς σχῆμα ἀνώρθωσεν, ἑτέραν τε ἔδωκεν πάντι τῶι
κόσμωι ὄψιν, ἥδιστα ἂν δεξαμένωι φθοράν, εἰ μὴ τὸ κοινὸν πάντων εὐ-
τύχημα ἐπεγεννήθηι Καῖσαρ. διὸ ἄν τις δικαίως ὑπολάβοι τοῦτο ἁτῶι
10 ἀρχὴν τοῦ βίου καὶ τῆς ζωῆς γεγονέναι, ὅ ἐστιν πέρας καὶ ὅρος τοῦ με-
ταμέλεσθαι, ὅτι γεγέννηται· καὶ ἐπεὶ οὐδεμιᾶς ἂν ἀπὸ ἡμέρας εἴς
τε τὸ κοινὸν καὶ εἰς τὸ ἴδιον ἕκαστος ὄφελος εὐτυχεστέρας λάβοι
A)FORMA\S H)\ TH=S PA=SIN GENOME/NHS EU)TUXOU=S, SXEDO/N TE SUMBAI/NEI
τὸν αὐτὸν ταῖς ἐν Ἀσίαι πόλεσιν καιρὸν εἶναι τῆς εἰς τὴν ἀρχὴν εἰσόδου,
15 δηλονότι κατά τινα θήαν βούλησιν οὕτως τῆς τάξεως προτετυπωμέ-
νης, ἵνα ἀφορμὴ γένοιτο τῆς εἰς τὸν Σεβαστὸν τιμῆς, καὶ ἐπε[ὶ δύσκο]-
[λο]ν μέν ἐστιν τοῖς τοσούτοις αὐτοῦ εὐεργετήμασιν κατ’ ἴσον εὐχαρισ-
τεῖν, εἰ μὴ παρ’ ἕκαστα ἐπινοήσαιμεν τρόπον τινὰ τῆς ἀμείψε[ως,]
[ἥδειον] δ’ ἂν ἄνθρωποι τὴν κοινὴν πᾶσιν ἡμέραν γενέθλιον ἀγά[γοιεν]
20 [ἐ]ὰν προσγένηται αὐτοῖς καὶ ἰδία τις διὰ τὴν ἀρχὴν ἡδονή, δοκεῖ μοι
πασῶν τῶν πολειτηῶν εἶναι μίαν καὶ τὴν αὐτὴν νέαν νουμηνίαν
τὴν τοῦ θηοτάτου Καίσαρος γενέθλιον, ἐκείνην τε πάντας εἰς τὴν
ἀρχὴν ἐνβαίνειν, ἥτις ἐστὶν πρὸ ἐννέα καλανδῶν Ὀκτωβρίων, ὅπως
καὶ περισσότερον τειμηθῆ προσλαβομένη ἔξωθέν τινα θρησκήαν καὶ
25 μᾶλλον πᾶσιν γένηται γνώριμος· ἣν οἴομαι καὶ πλείστην εὐχρηστίαν
τῆι ἐπαρχήᾳ παρέξεσθαι. ψήφισμα δὲ ὑπὸ τοῦ κοινοῦ τῆς Ἀσίας δεή-
σει γραφῆναι πάσας ἐνπεριειληφὸς τὰς ἀρετὰς αὐτοῦ, ἵνα τὸ ἐπινοη-
θὲν ὑφ’ ἡμῶν εἰς τὴν τειμῆν τοῦ Σεβαστοῦ μείνῃ αἰώνιον. προστάξω
δὲ χαραχθὲν <ἐν> τῇ στήλῃ τὸ ψήφισμα ἐν τῷ ναῷ ἀνατεθῆναι, προστά-
30 ξας τὸ διάταγμα ἑκατέρως γραφέν.
Search Help
Contact Us