Decree concerning religious ceremony and mentioning
Dioskourides Demeou; Roman; found at Priene: CIG 2906; *IPriene
123.
1 | [— παρακαλέσαι δὲ καὶ πρὸ] |
[τῆς ἀν]α̣λήψε<ω>ς Διοσκουρίδην Δημέου, ὅπ<ω>ς ἐπ̣[ὶ τὸ ἀνειμένον] | |
[το]ῖς θεο<ῖς> τέμενος σῶφρον<α καὶ> εὐσχήμονα καὶ δικαίαν [τὴν τοῦ] | |
τόπου προστασίαν ἔχῃ· τῇ δὲ νουμ[η]νίᾳ τοῦ Βοηδρομιῶνος, | |
5 | ἐν ᾗ καὶ τὴν ἀρχὴν ἀνέλαβεν, ἐπηνγείλατο μὲν ἐγγράφ<ω>ς [ἐν τῇ] |
[ἐ]κκλησίᾳ κρεαδοτήσειν τοὺς ἀλειψαμένους ἅπαντας καὶ δώ- | |
[σει]ν ἑκάστῳ βοείου κρέως μνᾶν Εὐβοϊκὴν καὶ ἀλείψειν δι’ ἐνιαυτοῦ | |
πολίτας ἅπαντας καὶ τοὺς ἐφηβευκότας τῶν παροίκων καὶ | |
<Ῥω>μαίους ἅπαντας, ἐβεβαίωσεν δὲ τὴν ἐπαγγελίαν παραστή- | |
10 | [σ]ας μὲν τοῖς ἐντεμενίοις θεοῖς τὴν θυσίαν, τὰ δ’ ἀπ’ αὐτῆς κρέ[α] |
[διανείμ]ας τοῖς [ἀπογρ]αψαμένοις, τὸν δὲ τόπον κοινοποιησά[με]- | |
νος καὶ τοῖς διὰ τύχην κα<κὴ>ν μὴ μεταλαβοῦσιν αὐτοῦ |