Decree concerning religious ceremony and mentioning Dioskourides Demeou; Roman; found at Priene: CIG 2906; *IPriene 123.  
[ ] IPri 123
See also:
1 [— παρακαλέσαι δὲ καὶ πρὸ]
[τῆς ἀν]α̣λήψε<ω>ς Διοσκουρίδην Δημέου, ὅπ<ω>ς ἐπ̣[ὶ τὸ ἀνειμένον]
[το]ῖς θεο<ῖς> τέμενος σῶφρον<α καὶ> εὐσχήμονα καὶ δικαίαν [τὴν τοῦ]
τόπου προστασίαν ἔχῃ· τῇ δὲ νουμ[η]νίᾳ τοῦ Βοηδρομιῶνος,
5 ἐν ᾗ καὶ τὴν ἀρχὴν ἀνέλαβεν, ἐπηνγείλατο μὲν ἐγγράφ<ω>ς [ἐν τῇ]
[ἐ]κκλησίᾳ κρεαδοτήσειν τοὺς ἀλειψαμένους ἅπαντας καὶ δώ-
[σει]ν ἑκάστῳ βοείου κρέως μνᾶν Εὐβοϊκὴν καὶ ἀλείψειν δι’ ἐνιαυτοῦ
πολίτας ἅπαντας καὶ τοὺς ἐφηβευκότας τῶν παροίκων καὶ
<Ῥω>μαίους ἅπαντας, ἐβεβαίωσεν δὲ τὴν ἐπαγγελίαν παραστή-
10 [σ]ας μὲν τοῖς ἐντεμενίοις θεοῖς τὴν θυσίαν, τὰ δ’ ἀπ’ αὐτῆς κρέ[α]
[διανείμ]ας τοῖς [ἀπογρ]αψαμένοις, τὸν δὲ τόπον κοινοποιησά[με]-
νος καὶ τοῖς διὰ τύχην κα<κὴ>ν μὴ μεταλαβοῦσιν αὐτοῦ
Search Help
Contact Us