Honorary decree of boule and demos (of Priene) for
Thrasyboulos Demetriou; c. 100 BC; found at Priene: *IPriene 99
and p. 310; **Robert, RPh 53, 1927, 100, note 1 (l. 7); SEG 4,
489.
| 1 | [—]ν[․]ΙΟΥ |
| [․]ΑΙΕ[—]Α[․c.4․] | |
| [․]ΑΙΟΜ̣[— οἰκοδ?]ομῆς καὶ | |
| ἀεὶ ἀ̣πρ̣ά̣[κ]τ̣ω̣[ν ὄ]ντω̣[ν — ἐπὶ] τὰ πολιτικὰ | |
| 5 | [π]ράγματα φιλόπονον ἑαυτὸν παρεχ[όμ]ε̣[ν]ος [—]ΟΛΝΙ[․,] ἔν τε ταῖς ἀρχαῖς |
| πάσαις, τ̣[․c.2․] αὐτὸν παρακέκληκεν ὁ δῆ̣μος [․c.4․]․Λ̣ [—]ενος [δι]εξήγαγεν | |
| αὐτὰς περιποιησάμενος ἐκ πάντων τὴ[ν] ε̣ὐφ̣η̣μ̣[ίαν] πρὸ πλ̣ε[όν]ω[ν] πο[ι]ο[ύμενος] τὸν π̣αρ̣ὰ τῶν πολιτῶν ἔ̣πα[ι]- | |
| [ν]ον ἤπερ τὸ ἴδιον λυσιτελές, ἀεί τε καὶ λέγων καὶ πράσσων διατελεῖ πάντα τὰ σ̣υμφέροντα τῶι δήμωι· ὅπως | |
| οὖν αὐτῶι ὄντι ἀνδρὶ καλῶι καὶ ἀγαθῶι καὶ διὰ παντὸς ὁμο[φρ]ονοῦντι εἰς τὰ τῆς πόλεως συμφέροντα τὰς | |
| 10 | ἀξίας τιμὰς καὶ χάριτας ὁ δῆμος ἀποδιδοὺς διατελῆι, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι, Θρασύβουλον{Μ} |
| μὲν Δημητρίου ἐπῃνῆσθαι ἐπὶ τοῖς προγεγραμμένοις καὶ εἶναι αὐτὸν ἐν ἐπιμελείαι παρά τε τῆι βουλῆι καὶ | |
| τῶι δήμωι· ἵνα δὲ μὴ μόνον ζῶντα φαίνηται τιμῶν Θρασύβουλον, ἀλλὰ καὶ τῆς εἰς τὸ χρεὼ μεταστάσεως τυχόντα | |
| τῶν ἐπιφανεστάτων ἀξιώσηι δικαίως, τὸν οἰκονόμον τῆς πόλεως ὃς ἂν ἦι τότε στεφανῶσαι ὑπὲρ τοῦ δήμου Θρασύβου- | |
| λον Δημητρίου ἐπὶ τῆς ἐκφορᾶς στεφάνωι χρυσέωι, ἄνδρα γεγονότα καλὸν καὶ ἀγαθὸν καὶ κοινῆι καὶ ἰδίαι πρὸς πάν- | |
| 15 | τ̣ων· τῆς δὲ ἀναγγελίας τοῦ στεφάνου τὴν ἐπιμέλειαν ποιήσασθαι τοὺς ἐ̣πιμηνίους τῶν στρατηγῶν μετὰ |
| τοῦ γραμματέως τῆς βουλῆς καὶ τοῦ δήμου, οἳ ἂν ὦσιν τότε· δεδόσθα̣ι δὲ ἐξουσίαν καὶ τοῖς ἄλλοις τοῖς βουλο- | |
| μένοις στεφανοῦν Θρασύβουλον· ποιήσασ̣θαι δὲ τὴν ἀναγγελίαν ἐν τῆι ἀγορᾶι{ραι}· ἀναγράψαι δὲ τὸν γραμμα- | |
| τέα τῆς βουλῆς εἰς τὰ ψηφίσματα τᾶς̣ [γ]ενομένας στεφανώσεις· ἀναγράψαι δὲ καὶ τὸ ψήφισμα καὶ τοὺς στε- | |
| φάνους καὶ τοὺς ἐστεφανωκότας ἐν τῶι διαφράγματι τῆς στοᾶς τῆς βορέου, ποιησαμένου τὴν ἀναγγ[ε]- | |
| 20 | λίαν τοῦ ἐσομένου τότε οἰκονόμου· ἀκολουθῆσαι δὲ τῆι ἐκφορᾶι τῆι Θρασυβούλου τόν τε γυμν[α]- |
| σίαρχον μετὰ τῶν ἐφήβων καὶ τῶν νέων καὶ τοὺς στρατηγοὺς καὶ τοὺς ἄλλους πολίτας πάντας, ὅπως ἂν | |
| καὶ οἱ ἄλλοι εἰδότες τὴν τοῦ δήμου εὐχαριστίαν, ἣν ἔχει εἰς τοὺς καλοὺς καὶ ἀγαθοὺς τῶν ἀνδρῶν, πολ- | |
| λῶι μᾶλλον προθυμότεροι γίνωνται εἰς τὰ τῶι δήμωι συνφέροντα. |