3rd honorary decree of boule and [demos] (of Priene) for
Nymphon Protarchou, former phrourarchos; c. 262 BC; found at
Güllübahçe: Hicks, JHS 4, 1883, 237-242; *IPriene 22; **Holleaux,
BCH 31, 1907, 383 (ll. 20-21).
1 | [Ν]ύμφωνι Πρωτάρχου. |
[ἐπὶ στ]εφανηφόρου Λεωμέδοντος, μηνὸς Ταυρε[ῶ]- | |
[νος, Λ]υσίας Πολυχάρους εἶπεν· ἐπειδὴ Νύμφω[ν] | |
[Π]ρωτάρχου πρότερόν τε φρούραρχος ἀποδει- | |
5 | [χ]θεὶς τῆς ἄκρας ὑπὸ τοῦ δήμου ἐπιμελῶς τε καὶ δι- |
[κ]α[ί]ως διαφυλάξας μετὰ τῶμ φρουρῶν παρέδω- | |
[κεν αὐ]τὴν τῶι δήμωι καθότι καὶ παρέλαβεν, καὶ πά̣- | |
[λιν τὸ] δεύτερον ἀποδειχθεὶς φρούραρχος ὑπὸ τοῦ | |
[δήμου] τῆς ἄκρας διέμεινέ τε πάντα τὸγ χρόνον | |
10 | [ἐν τῶι φρ]ουρίωι κατὰ τὸν νόμον καὶ παρέδωκεν τῶι |
[δήμωι, καὶ τ]οῖς φρουροῖς ὀρθῶς καὶ δικαίως χρώμενος | |
[ἐμ παντὶ] καθότι καὶ πρότερον, καὶ ἐν τοῖς ἄλλοις | |
[ἑαυτὸν δι]ατελεῖ παρεχόμενος εἰς τὰ συμφέ- | |
[ροντα τῆς πόλεως·] τύχηι ἀγαθῆι δεδόχθαι τῆι βουλῆι | |
15 | [καὶ τῶι δήμωι· στεφ]α̣νῶσαι Νύμφωνα Πρωτάρχου |
[τοῖς πρώτοις Διονυ]σίο[ι]ς τῶι ἀγῶνι τῶν τραγω[ι]- | |
[δῶν χρυσέωι στεφάν]ωι τῶι ἐκ τοῦ νόμου, καὶ δη- | |
[λῶσαι δι’ ἃς αἰτίας στε]φανοῦται, τῆς δὲ ἀναγγ[ε]- | |
[λίας ἐπιμεληθῆναι τὸν ἀγ]ωνοθέτην· ὅπως δ’ ἂν̣ ἦ[ι] | |
20 | [φανερὰ ἡ τοῦ δήμου πρ]οαίρεσις ἣν ἔχων [ὑπὲρ] |
[τῶν ἀνδρῶν καλῶν καὶ ἀ]γαθῶν ὄντων δ̣ι̣α̣ | |
[τελεῖ —] κοινῶν ἐπιστα- | |
[— μν]ημονεύων- | |
[ται, ἀναγράψαι ταῦτα εἰς στή]λην λιθί- | |
25 | [νην καὶ στῆσαι εἰς τὸ ἱερὸν τῆς Ἀθηνᾶς· τὸ δὲ] ἀνά- |
[λωμα τὸ εἴς τε τὸν στέφανον —] |