2nd honorary decree of boule and demos (of Priene) for
[Nympho]n Protarchou, phrourarchos; c. 266 BC; found at
Güllübahçe: GIBM 416, ll. 9-10 (part); *IPriene 21.
9 | [ἐπὶ] στ[εφα]νηφόρου Ἀκάμαντος, μηνὸς Μεταγε[ιτνι]- |
10 | [ῶνος ․c.5․] ἱ̣σταμένου, Α[․․․c.9․․․]έου̣ εἶπε̣[ν· ἐπει]- |
[δὴ Νύμφω]ν Πρωτάρχου φρούραρχος ἀποδειχθεὶς τῆς ἄ[κρας] | |
ὑπὸ τοῦ δήμου διέμεινέ τε πάντα τὸγ χρόνον ἐν τῶι φρου- | |
ρίωι κατὰ τὸν νόμον καὶ ἐπιμελῶς καὶ φιλοτίμως διαφυλά̣- | |
ξας μετὰ τῶν φρουρῶν παρέδωκε τῶι δήμωι καθότι καὶ πα- | |
15 | ρέλαβεν, καὶ τοῖς φρουροῖς ὀρθῶς καὶ δικαίως χρώμενος |
διετέλεσεν, τύχηι ἀγαθῆι δεδόχθαι τῆι βουλῆι καὶ τῶι δή- | |
μωι· ἐπηινῆισθαί τε Νύμφωνα καὶ στεφανῶσαι αὐτὸν | |
στεφάνωι χρυσέωι καὶ ἀναγγεῖλαι τὸν στέφανον καὶ δι | |
ἃς αἰτίας στεφανοῦται τοῖς πρώτοις Διονυσίοις αὐλητῶ[ν] | |
20 | τῶι πρώτωι ἀγῶνι, τῆς δὲ ἀναγγελίας ποιήσασθαι τὴν ἐ- |
πιμέλειαν τὸν ἀγωνοθέτην, ὅπως φαίνηται μνημονε[ύ]- | |
ων ὁ δήμος τῶν δικαίων ἀνδρῶν καὶ ἀγαθῶν· τὸ δὲ ψήφισμα τόδε | |
ἀναγράψαι εἰς τὴν στήλην τὴν πρότερον ὑπάρχουσαν αὐ- | |
τῶ<ι> ἐν τῶι ἱερῶι τῆς Ἀθηνᾶς, τὸ δὲ ἀνάλωμα τό τε εἰς τὸν | |
25 | [σ]τέφανον καὶ τὴν ἀναγραφὴν τοῦ ψηφίσματος ὑπηρε- |
τῆσαι τὸν νεωποίην Κλεότιμον ἐν τῶι μηνὶ τῶι Βοιηδρομιῶ{ι}- | |
[ν]ι {²⁶Βοιηδρομιῶνι}²⁶ τῶι ἐπὶ τοῦ θεοῦ τοῦ μετὰ Ἀκάμαντα, καὶ ἀνενεγκεῖν | |
[ἐ]ν λόγωι. |