Honorary decree of boule and demos (of Priene) for Moschion
Kydimou; 129/100 BC; found at Priene: *IPriene 108 and p. 310;
**Holleaux, BCH 31, 1907. 385-386 (ll. 28, 30, 39-40, 54, 56, 61,
171, 222, 372); **Wilhelm, WS 29, 1907, 19-20 (ll. 59, 216, 377);
**Graindor, Mus. belge 11, 1907, 127 (l. 45); **Wilhelm, NB VI
51-2 (ll. 104-5); **Robert, RPh 53, 1927, 100, note 1 (l. 74);
SEG 4, 491; **Koerner, Philologus 108, 1964, 140-2 (l. 258);
Migeotte, L’emprunt public no. 94.
II.1 | [ἐπὶ στεφανηφό]ρου Μοσχίωνος |
[μηνὸς Μεταγε]ιτνιῶνος πέμπτῃ | |
[ἐτίμησεν ἡ βο]υλὴ καὶ ὁ δῆμος | |
[Μοσχίωνα Κυδί]μου στεφάνωι | |
5 | [χρυσέωι ἀριστε]ίωι καὶ εἰκόνι χρυσῆι |
[καὶ μαρμαρίνηι, κ]αὶ ἐμ πρυτανείωι | |
[καὶ ἐμ Πανιωνίωι] καὶ ὅταν ἡ βουλὴ | |
[συνῆι σιτήσει, καὶ] τοῦ σώματος ἀτε- | |
[λείαι καὶ προεδρίαι ἐ]μ πᾶ̣σι τοῖς ἀγῶ- | |
10 | [σιν.] |
<⁶⁵[Μ]οσ[χ]ί[ωνα]>⁶⁵ | |
<⁶⁵[Κ]υδίμ̣ου.>⁶⁵ | |
[ἔ]δοξε τῇ βουλῇ κ[α]ὶ τῶι δήμωι· Ζωτίων Ζωτίωνο[ς] | |
[εἶπεν· ἐ]πειδὴ Μοσχίων Κυδίμου γεγονὼς ἀπὸ τῆς πρ[ώ]- | |
15 | [της ἡλικίας ἀ]ν̣ὴρ κα[λ]ὸς καὶ ἀγαθ̣ὸς καὶ βεβιωκὼς εὐσ[ε]- |
[βῶς μὲ]ν πρὸς θεούς, ὁ[σ]ίως δὲ πρὸς τοὺς γονεῖς καὶ τοὺ[ς] | |
[συμ]β[ι]οῦντας ἐν οἰκ[ε]ιότηιτι καὶ χρήσ̣ει κ̣α̣ὶ τοὺς λοιπο̣[ὺς] | |
πολίτας πάντας, δικαίως δὲ καὶ φιλοδόξως προσε[νη]- | |
[ν]εγμένος τῆι πατρίδι καὶ καταξίως τῆς τῶν πρ[ογόνων] | |
20 | ἀρετῆς τε καὶ δόξης, διαμαρ[τ]υρουμένην ἐσχηκ̣[ὼς διὰ παν]- |
τὸς τοῦ βίου τὴν παρὰ τῶν θεῶν εὐμένεια[ν] κα̣[ὶ τὴν παρὰ] | |
[τ]ῶν [σ]υμπολιτευομένων καὶ τῶν κατοικού̣[ντων εὔνοι]- | |
[α]ν ἐπὶ τοῖς κατὰ τὸ κάλλιστον πρασσο̣[μένοις ․c.6․․] | |
[․c.3․]βο̣[․]λ̣ρ̣[․c.4․]λ̣α̣[․․․c.10․․․]δημο̣[․․․․․c.14․․․․․] | |
25 | [․c.6․․] θεοὺς ․α[— επὶ δὲ στεφανηφόρου—] |
χειροτονηθεὶς ὑπὸ τοῦ δήμου θεω̣[ρὸς μετὰ τοῦ ἀδελφοῦ] | |
τάς τε θυσίας ἐπετέλεσεν μετ’αὐτοῦ ἐκ τῶν ἰ̣δ̣ί[ων καὶ] | |
τοῦ σιτηρεσίου τοῦ ταγέντος παρέλυσε τὸν δῆμον· ἦ[ν γὰρ] π̣[ρο]- | |
ελόμενος <ἀπ’> ἀρχῆς ὑποστήσασθαι καλὸν ἀπόδειγμα τῆς | |
30 | τε πρὸς θεοὺς ὁσιότητος καὶ τῆς πρὸς τὴν πόλιν α<ἱ>ρέσεως· |
γενομένης τε χρείας ἐπὶ στεφανηφόρου Τήλωνος τῶι δή- | |
μωι διαφόρων εἰς τὰ συμφέροντα καὶ πλειόνων, βουλόμενος | |
ἐμ παντὶ καιρῶι μὴ προλείπειν τὸ τῆς πατρίδος ἐπεῖγον, | |
προεισήνεγκεν μετὰ τοῦ ἀδελφοῦ δραχμὰς χιλίας· τῆς τε κα- | |
35 | [τ]ὰ τὸ [γυμ]νάσιον κατασκευῆς μὴ μόνον προ[․․c.7․․]ον καὶ |
[․․․․․․․c.19․․․․․․․․ ἀ]λλὰ [καὶ ․․․․․․c.17․․․․․․․] | |
[․․․․․․c.16․․․․․․ τ]ὴν μὲν σ[τέγην ․․․․․c.15․․․․․․] | |
[․․․․․c.15․․․․․․ τ]ὸν τόπον περιποιούσης π̣?[․․․․c.13․․․․․] | |
[—] τὸ [προσ]τε[τ]αγμένον· στεφανηφορο[ῦντος δὲ — εἰς τὴν σύν]- | |
40 | [τέλ]ε̣ιαν το[ῦ προδε]δηλωμένου κατασκευάσ[ματος ἔδωκε με]- |
[τὰ τἀδελφ]οῦ δραχμὰς τρισχιλίας· κα[τ]ὰ δὲ τ[ὴν αὐτὴν στεφανη]- | |
[φορί]αν ἐνλειπούσης τῆς σιτικῆς παρ[αθ]έσεως, συν[ιδὼν] | |
τὸ τοῦ πράγματος ἀναγκαῖον, ἀπαράκλητον σχὼν τὴν [πρὸς] | |
τὸν δῆμον εὔνοιαν, αὐθαιρέτως προελθὼν εἰς τὴν ἐκλησ[ίαν] | |
45 | |
III.45 | ἔδωκ[εν τῆι πόλει πυρῶν] ὑ[πὲρ ἑαυτο]ῦ [τε] καὶ τοῦ ἀδελφοῦ |
μεδίμνους δ[ιακ]ο̣σ̣[ί]ο[υς ἓξ] δ[ρα]χμῶν τεσσάρων τὸν μέ- | |
διμνο[ν, ἀπ’] ἀ̣ρ̣[χ]ῆ̣ς ἐν ἀσε̣[․5-6․․] ὑφεσταμένος τὸ μὴ καθυσ- | |
τερεῖν τ[ῶν ἄλλ]ων ἐν τοῖς ἐπ[ε]ίγουσιν τῶν καιρῶν, ἐν εὐβο- | |
[σί]ᾳ̣ δὲ πάντα[ς] τούς τε πο[λί]τας καὶ τοὺς κατοικοῦντας | |
50 | παρ’ ἡμ[ῖν ὑ]πάρχειν προαιρούμενος· χρείας τε γενομέ- |
[ν]ης κατὰ στεφανηφόρον Ἱπ[π]οθῶντα διαφόρων ἐκ προ- | |
[ει]σφορῶν, καὶ κατὰ τοῦτο [φιλ]ότιμος γενηθεὶς προελθὼν | |
[εἰ]ς τοὺς πολίτας προεισ[ήν]εγκε[ν] μετὰ τοῦ ἀδελφοῦ | |
δ[ρ]αχμὰς χιλίας· [βουλόμενος δ]ὲ παντὶ τρόπωι σπεύδ<ει>ν | |
55 | τῆι πρὸς τὸ πλῆθο[ς εὐνοίαι] καὶ κατὰ μηδὲν ἐνλείπειν, |
οὐ μόνον ἐ[ν τ]ο[ῖς? κ]α̣[τ]ὰ̣ τὰς προεισφορὰς ἑαυτὸν παρίστα- | |
το πρόθυμον, ἀλλὰ κα[ὶ κα]θ’ Ἡ[ρ]άκλειτον στεφανηφόρον | |
ἀναπόδοτον ἔδωκεν τῆι [π]όλει σῖτον μετὰ τοῦ ἀδελφοῦ, | |
καθότι [περιέχ]ει τὰ περὶ τοῦ μ[έ]ρους τούτου γράμματα | |
60 | ἐν τοῖς δημοσίοις ὑπάρχοντ[α,] τήν τε πρὸς τοὺς γονεῖς |
εὔνοιαν προαιρούμενος [πᾶσι φανερὰν καθι]στάναι διὰ | |
[․․․․․․․․․․․․․․․․․․․․c.44․․․․․․․․․․․․․․․․․․․․] | |
[․․․c.10․․․]ε[․]σ̣ικῶν χρημάτων· [ἐπὶ στεφα]νηφόρου δ̣[ὲ τοῦ] | |
[θεοῦ τοῦ μετὰ Δη]μ̣η̣τ̣ρίο[υ] ἅμα μὲν τὸ τῆι πόλει συμφ[έ]ρο[ν] | |
65 | [λαμβάνων] πρὸ ὀφθαλμῶ[ν,] ἅμα δὲ τιμήν τιν[α] καὶ ἐμ̣β[ρίθει]- |
[αν τῆς μητρὸς π]ρο[α]ιρούμενος μετὰ τοῦ ἀδ[ελ]φοῦ [Ἀθηνοπόλι]- | |
[δος διέν]ει[μ]εν ὑπὲρ αὐτῆς δραχ[μ]ὰς Ἀλε[ξ]ανδρε[ὶ]α̣ς [χιλίας·] | |
[ἐπὶ Ἡρο]δ̣ότου δὲ στεφανηφόρου [τ]ῆς [σιτικ]ῆς παραθέ[σεως ἐν]- | |
λ̣[ειπ]ούσης [Μ]οσχ[ί]ων στοιχεῖν ἑαυτῶι προαι[ρ]ούμενο̣[ς, συνι]- | |
70 | δὼν τὸ τοῦ πράγματος ἀναγκαῖον, παραδώ̣[σειν τὸ ἐνδέον ὑπέσ]- |
[τη,] π̣ροσεπαγγειλάμενος ἐπὶ μῆνας [— μετρήσειν τοῖς] | |
πολίταις τιμ[ῆ]ς ἐλάσσονος [ἕ]νε[κ]α το[ῦ μετὰ γυναικῶν καὶ] | |
τέκνων διασωθῆναι τὸν πάν[τ]α δ̣ῆ̣[μον ․․․․․c.14․․․․․] | |
καὶ διὰ τοῦ μέρους τούτου π̣[εριεποήσατο ἐκ πάντων δόξαν] | |
75 | καὶ εὐφημίαν· τἀλεξανδρείου τε π̣ονο[ῦντος καὶ —ον]- |
τος τῆι πόλει κατὰ τὸν αὐτὸν χρόνον̣, οὐ[δ’ ἐν τούτωι τῶι] | |
μέρει παρεῖδ̣εν τὸ συμφέρον τῆς πατ[ρ]ίδος, [ἀλλὰ μετὰ] | |
τοῦ ἀδελφοῦ προείσφορος ἐγένετο δραχμῶν Ἀλ[εξαν]- | |
δρείων χιλίων· ἐπ’ Αἴαντος δὲ πάλιν ἐνλειπου̣[σῶ]ν [— δρα]- | |
80 | [χμῶν] Ἀ̣λεξανδρείων εἰς χρείας ἀναγκαίας ἔδωκε[ν] |
[․․․․․․․․․․․․c.29․․․․․․․․․․․․․]ταις μετὰ τὰς [․c.4․] | |
[․․․․․․․․c.21․․․․․․․․․]λ̣η̣θέντος τε τοῦ δήμου σιτο̣- | |
[μετρ․․․․․c.14․․․․․ καὶ] παρακαλοῦ<ν>τος καθ’ ἕν̣α τ̣ὸ̣ν̣ | |
[βουλόμενον μετρῆσαι ὑπὲρ τ]ῆς κοινῆς παραθέσεως [δι’] ἧς | |
85 | αὐτὸς ἠβο[ύ]λετο τιμῆς, [π]αραστησάμενος καὶ τὸν ἀδελφόν, |
ἐμέτρησεν τῆι πόλει πυρ[ῶν] μεδίμνους ὅσου[ς α]ὐ[τὸς προ]- | |
ηρεῖτο, τοῦ μὲν λυσιτελοῦς ἀφρόντιστον, τῆι δὲ πρὸς τὰ | |
κοινὰ φιλοτιμίᾳ διὰ παντ[ὸ]ς ἀκούλουθον ἑα[υ]τὸν παρα- | |
σκευάζων· ἐπὶ δὲ στεφα[ν]ηφόρου Κέκροπος οὐ μόνον | |
90 | διαφόρων γενομένης τῆι [π]όλει χρείας, ἀ̣[λλὰ] καὶ παραστά- |
σεως ἐνεχύρων, διαλαβ[ὼν κ]οινὴν εἶναι τ̣ὴ̣[ν] οὐσίαν πάν- | |
των τῶν πολιτῶν καὶ τ[ῶν καθηκουσῶν δι]α̣νο̣μῶ̣[ν? ․]ω[․] ο̣[․c.2․]? | |
[— τὸν ἀδελφὸν —] | |
[οὐδενὸς ὑστ]ε[ρ]οῦντα καὶ τοῦτον ἐν ταῖς εἰς τὰ κοινὰ | |
95 | [χρείαις,] εἰσήνεγκε διαφόρου μὲν δραχμὰς Ἀλε[ξ]α̣[ν]δρε[ίας] |
[χιλίας, εἰ]ς δὲ χρῆσιν ἐνεχύρων ἀργυρώματα δραχμῶν [Ἀλεξαν]- | |
[δρεί]ων τετρακισχιλίων· παρεμέτρησεν δὲ τῆι πόλει [με]- | |
[τὰ τἀ]δελφοῦ πυρῶν μεδίμνους πεντακοσίους πεντή̣κο̣[ντ]α | |
[τ]ιμῆς ἧς οἱ πολῖται προείλαντο, βουλόμενος διὰ παντὸς [ἐν] | |
100 | εὐδαιμονίαι καθεστάναι τοὺς πολίτας, καὶ κατὰ τὴν ἑαυτο[ῦ] |
IV.101 | πρόθεσιν [τα]ῖς εἰς [τ]ὴν [π]όλ[ιν] εὐεργεσίαις ο̣[․4-5․] |
νειν· στεφανηφοροῦντος δὲ Σώτου [κ]αὶ μὴ ἐ[νόν]- | |
των ἐν τοῖς κοινοῖς λόγοις διαφόρων, [ἐ]π[ει]γού[σης] | |
δὲ τόκων ἀποδόσεως τοῖς Ἴωσιν, οὐδὲ [τότε] το[ῦ] | |
105 | τῆς πόλεως ἠφροντίστησεν ἐνδόξου, δικαιο[πρα]- |
γοῦντα προαιρούμενος φα̣ί̣νεσθαι τὸν δῆμον, [καὶ] | |
προήκατο εἰς ταῦτα μετὰ τἀδελφοῦ δραχμὰς Ἀ[λε]- | |
ξανδρείας δισχιλίας [ἑκ]ατὸν πεντήκοντα ὀκ[τὼ] | |
ὀβολοὺς τέσσαρας, εὐχρήστησεν δὲ καὶ εἰς ἀπό[δο]- | |
110 | σιν τιμῆς σίτου δραχμὰς Ἀλεξανδρείας χιλίας [δια]- |
κοσίας· ψηφισαμένου τε τοῦ δήμου κατὰ τοὺς [πρό]- | |
τερον χρόνους κατασ[κε]υὴν̣ [γ]υμνασίου κατὰ πό[λιν] | |
καὶ ταύτης μὴ δυναμένης λαβ[εῖν σ]υντέλειαν [διὰ τὰ]ς | |
μεταπτώσεις τῶν εἰς τὸ προδεδηλωμένον ἀν[άλω]- | |
115 | μα ποησαμένων ἐπαγγελίαν βασιλέων, θεωρῶν [μέγα] |
τι καὶ ἔνδοξον τῆι πόλει περιεσόμενον εἰς [ἀεί, εἰ] | |
ἀναλάβοι τα[ῦτα] καὶ τοῖς παρ̣α̣β̣ά̣λ̣λ̣ουσι[ν ․c.6․․] | |
137 | [․․․․․․․․․․․․․․․c.35․․․․․․․․․․․․․․․․ αὐ]- |
τῶ̣ι τὴν προγονικ[ὴν εὔν]οι[αν? ․․․c.10․․․ ὁμολογη]- | |
σάντων τοῖς τῶν̣ ἡγουμένων̣ δόγμασιν καὶ ․Γ[—] | |
140 | ε[․c.5․]ων[․․․․․c.14․․․․․]μέ̣νους δήμους [—] |
[․c.4․ προ]θ̣εσ̣μι̣[α․․․c.9․․․]ω̣[․c.4․] οὔτοι πε[ρι]- | |
όντος [․c.6․․]λοις [τὸν περι]εστῶτα κίνδυνο[ν ἐκ] | |
πάντων [πολιτ]ῶν [πρε]σβείαν καὶ ἀ[․c.3․]ν ὑπάρχο[ν]- | |
τα̣ς [․․․․․․․c.18․․․․․․․] δ̣ι̣ὰ̣ τὸ γινώσκειν, ὅ[τι] | |
145 | [․c.3․]ε̣[․․․․․․․․c.21․․․․․․․․․ πα]ρ̣ὰ Ῥωμαίω[ν] |
[․c.3․]ΛΛΙΠα̣ρ [․․․․․c.15․․․․․․] καὶ τὴν πόλ[ιν] | |
[πρ]οθ̣[ύμ]ως [ἐ]π̣ι̣δ̣ό̣ν[τ]ο̣ς ε̣ἰ̣ς̣ [τὰ παρ]ακαλούμενα τ[—] | |
λ̣[․․․․․․․․․․․c.26․․․․․․․․․․․]λ̣ηρε[—] | |
[․․․․․․․․․․․․․․․c.35․․․․․․․․․․․․․․․․] | |
150 | [․․․c.10․․․] Μ̣οσχίων μετὰ τῶν συν[υ]ποσ̣τ̣άντ[ω]ν̣ [π]ο̣λ[ιτῶν] |
το[ὺς σ]τρατιώτας εἰς μῆνας δύο, τὴν εἰς αὐτοὺς μισθοφορὰν | |
[ἐ]κ [τῶ]ν ἰδίων χορηγῶν· [π]ροελομένου τε τοῦ δ̣ήμου θεω- | |
ροὺ[ς π]ρὸς βασιλέα Δημή[τ]ρ[ι]ο[ν,] ἀποδειχθεὶς κ̣αὶ Μοσχί̣ω̣ν̣ | |
θ̣εω̣[ρὸς] τὸ ταγὲν ὑπὸ τῆς πόλεως αὐτῶ[ι σ]ιτηρέσιον οὐκ ἔ- | |
155 | λαβ[εν·] χειροτονηθεὶς δὲ καὶ πρεσβευτὴς πρὸς βασιλέα |
[Δημή]τριον τὸν ἐκγ βασιλέως Δημητρίου τὴν αὐτὴν ἔ- | |
[χων πρ]όθεσιν τοῖς προϋπηργμένοις πρὸς φιλοδοξίαν | |
V.158 | [․․․c.9․․․]ε[—] |
[τὴ]ν δὲ πρ[ε]σβεία[ν ἐ]κ τῶ[ν ἰ]δίω[ν ἐτέ]λεσεν· θεω[ρός] | |
160 | [τε γε]νό[μεν]ος εἰς Μαγνη[σίαν] καὶ [Τρ]άλλεις καὶ Κί[βυραν] |
[ο]ὐ̣δ̣’ [ε]ἰς ταύτας τὰς ἀποδημ[ί]ας ἔλ̣[α]βεν τὰ τετ[αγμέ]- | |
ν̣α̣ [ἐφόδια,] βουλόμενο[ς] ἐ[ν πᾶσιν στ]οιχεῖν ἑα[υτῶι,] | |
[δωρεὰν δὲ] τὰ̣ς ἀποδ[ημία]ς ἐ[πε]τ[έ]λ[ε]σεν· ὕ[στε]- | |
[ρον δ’ ἐπ]ρ̣[έσβ]ε̣υσεν ὑπὲρ τοῦ δήμου πλεονάκ[ις καὶ] | |
165 | [πρός] τε [β]α̣[σι]λεῖς κ[αὶ] πόλεις ἐπετέ[λε]σεν ἁπάσ[ας] |
[τὰς π]ρεσ̣[βε]ίας συμφερόντως τῶι δήμωι, τὰς πρ[οτέρας] | |
[μὲν] δωρ̣ε̣άν, εἰς [Ἀλεξάν]δ̣ρε[ιαν] δὲ πρὸς βασιλέ[α Πτο]- | |
[λ]εμαῖον [κ]αὶ τῆς Ἀρα̣βίας εἰς Πέ̣τραν κατὰ τὴν χρ[είαν] | |
[ἀ]ποσταλεὶς ὑπὸ τῆς πατρίδος, πλέω δ̣ι̣α̣τρ[ίψα]ς | |
170 | χρόνον τοῦ ταγέντος ὑπὸ τῶν πολιτῶν, κ[αὶ δα]πάνας |
[ἑ]τέρας [ποήσα]ς? ἕ[νε]κ̣α̣ τῶν κοι̣νῆ̣ [τῆ]ι π̣ό[λει συγκα]τασ- | |
σκ[ε]υαζομ[έν]ων χρησίμων, ἐπιδ[ε]ξάμ[ενος αὐτ]ὸς | |
[τ]ὸ πλεονάζ̣ον τοῦ ταγέντος ε[ἰ]ς [τὴν ἀ]- | |
[ποδημί]α̣ν ἐφοδίου̣, παρακε[λευσάμε]ν[ος δὲ —] | |
205 | [— κα]- |
ταλι̣[π — συναρ]- | |
χίαις [— ἀνεγ]- | |
κλητ̣[․c.3․]․ας τη[— ἑαυ]- | |
τὸν̣ [π]α̣ρέσχετο̣ το̣[ῖς φρουροῖς —] | |
210 | φ[ι]λόδοξος δ’ ε<ἰ>ς αὐτο[ὺ]ς γε[νόμενος ἔτυχε πασῶν τῶν] |
τιμῶν παρὰ τῶν συνδιατριψάντ[ων αὐτῶι κατὰ τὴν τῆς] | |
ἄκρας φυλακήν· ἀντιγραφεύς τε γε[νόμενος εἰ]ς τὸν ἐνιαυτὸν̣ τ̣ὸν | |
ἐπὶ στεφανηφόρου Ναυσικράτου τὴν πᾶ̣[σαν] προ<σ>[ε]δ̣ρείαν | |
VI.214 | [ἐποή]σ̣ατο περί τε το[ὺς ἐ]γ̣λογισμοὺς καὶ τὰ ἄλλα τὰ |
215 | [πρὸς τ]ὴν πόλιν ἀνήκοντα ἕνεκα τοῦ πάντα ἀσφαλῶς |
[διοικεῖσ]θαι, καὶ διὰ τὴν ἐν τούτοις ἐπιμέλειαν ἱκανὰ τὸν | |
[δῆμον ὠφέ]λησεν, διὸ καὶ μετὰ ταῦτα στεφανηφοροῦντος | |
[․․c.8․․․] πάλιν ὁ δῆμος αὐτὸν ἐχειροτόνησεν ἀντιγρα- | |
[φέα εἰς τὸν ἐπὶ] Διονυσικλείους ἐνιαυτόν, εἰδὼς τὴν πᾶσαν | |
220 | [ἐπιμέλειαν πρ]οσφερόμενον τὸν ἄνδρα τοῖς κοινοῖς πράγμα- |
[σιν· οὗτος δὲ τὴ]ν ἀκόλουθον φιλοτιμίαν προσενεγκάμενος | |
[ἐν πᾶσιν τοῖς κατὰ] τὴν ἀντιγραφίαν τῆι πόλε<ι> συμφερόντως | |
ἀνεστράφη· [ἔπειτ]α τοῦ τ[ε σ]τρατηγοῦ Ῥωμαίων παραγενη- | |
θέντος εἰς τὴν Ἀσίαν μετὰ δυνάμεων̣ ἱππικῶν τε καὶ πεζι- | |
225 | κῶν Μαάρκου Περπέρνα Μαάρκου υἱοῦ κατὰ τῶν ἐναντία |
τῆι συγκλήτῳ προ[ε]λομένων ἐπιτηδεύειν καὶ νικήσαν- | |
τος ἐνδόξως καὶ κυ[ρι]εύσαντος τῶν πολεμίων, ἀποδιδόν- | |
τος δὲ χαριστήρια ἐν [τ]ῆι Περγαμηνῶν πόλει καὶ γράψαντος | |
πρὸς τὸν δῆμον ὑπὲρ ὧν ἤμελλε συντελεῖν ἀγώνων τε καὶ | |
230 | θυσιῶν, αἱρεθεὶς ὑπὸ τοῦ̣ δήμου̣ πρεσβευτὴς καὶ θεωρὸς |
ἐπιφανῆ μετὰ τῶν συναποδειχθέντων τὴν ἀποδημίαν | |
[ἐποιήσατο —] | |
[․․․c.10․․․]ν̣[․․․․․․․․․․․․․․c.32․․․․․․․․․․․․․․] | |
[․․․c.9․․․]ωι κατ̣α[․․․․․․․․․․․․c.28․․․․․․․․․․․․] | |
235 | [․․․c.10․․․] α[ἱ]ρ̣ούμε̣νος [․․․․․․․․․․c.25․․․․․․․․․․․] |
[․c.6․․] βουλόμενος πα[․․․․․․․․․․c.25․․․․․․․․․․․] | |
[․․․․․c.14․․․․․]ε[․]α̣[․․․․․․․․․․․c.26․․․․․․․․․․․] | |
[․․․․c.12․․․․]α[․․․․․․․․․․․․․c.30․․․․․․․․․․․․․] | |
[․․․․c.13․․․․․]ρ[․․․․․․․․․․․․c.29․․․․․․․․․․․․․] | |
240 | [․․․․․c.14․․․․․]λ[․․․․․․․․․․․․c.28․․․․․․․․․․․․] |
[․․․․․c.14․․․․․]ν[․․․․․․․․․․․․c.28․․․․․․․․․․․․] | |
[․․․c.9․․․] ἀπὸ [․․․․․․․․․․․․․c.31․․․․․․․․․․․․․․] | |
[․․․c.11․․․․] καὶ φυλα[κὴν ․․․․․․․․․c.22․․․․․․․․․] | |
[․․․․․c.14․․․․․]τα̣σε[․․․․․․․․․․c.25․․․․․․․․․․․] | |
245 | [․․․․․c.15․․․․․․]προ[․․․․․․․․․․c.25․․․․․․․․․․․] |
[․․․․․․c.16․․․․․․]οσ[․․․․․․․․․․c.25․․․․․․․․․․․] | |
[․․․․․․․․․․․․․․․․․․․c.43․․․․․․․․․․․․․․․․․․․․] | |
[․․․․․․․․․․․․․․․․․․․c.43․․․․․․․․․․․․․․․․․․․․] | |
[․․․․․․․․․․․․․․․․․․․c.43․․․․․․․․․․․․․․․․․․․․] | |
250 | [․․․․․․․․․․․․․․․․․․․c.43․․․․․․․․․․․․․․․․․․․․] |
[․․․․․․c.16․․․․․․]ας, εὐσεβῶς μὲν πρὸς θεοὺς διακείμενον, | |
[ὁσίως δὲ πρ]ὸ̣ς γονεῖς προσενηνεγμένον, δικαίως δὲ πρὸς | |
[τὸν δ]ῆμον ἀεί ποτε καὶ φιλαγάθως ἔχοντα· [ἀν]αλαβόντος | |
[δὲ τὸ]ν τοῦ Διὸς τοῦ Ὀλυμπίου στέφανον καὶ τὴν στεφανη- | |
255 | [φορία]ν ἐπιδεξάμενος καὶ πάντα τὰ πρὸ πόλεως ἱερὰ κοσμήσας |
[στεφ]ανώμασιν καὶ τοὺς βωμοὺς τῶν θεῶν θυμιάμασιν γερά- | |
[ρας με]τὰ κηρύγματος ἐκάλεσεν ἐπὶ γλυκισμὸν τούς τε τῶν | |
[πεσόν]των υἱοὺς καὶ τοὺς πολίτας πάντας καὶ παροίκους καὶ | |
[ξένο]υς καὶ ἐξελευθέρους καὶ οἰκέτας, βουθυτήσας δὲ τῶι | |
260 | [Διὶ τ]ῶι Ὀλυμπίωι καὶ τῆι Ἥραι καὶ τῆι Ἀθηνᾶι τῆι Πολιάδι καὶ |
[τῶι Πα]νὶ τῶι Ἀρωγῷ ἐν τῆι νουμηνίᾳ, τὰ ἀπὸ τῶν θυσιῶν κηρύ- | |
[γματα] ποησάμενος τῆι δευτέραι διένιμε τοῖς πολίταις καθ’ ἕ- | |
[καστον] μῆνα τῆς ἐφ’ ἑαυτοῦ [σ]τ̣ε̣[φανη]φ̣ορ̣ί̣[ας,] ἐπ[ί] τε [τ]ὸ̣ν | |
[․․․․․․․․․․․․․․․․․․․․․c.46․․․․․․․․․․․․․․․․․․․․․] | |
265 | [․․․․․․․․․․․․․․․․․․․․․c.46․․․․․․․․․․․․․․․․․․․․․] |
[․․․․․․․․․․․․․․․c.35․․․․․․․․․․․․․․․․]ο[․․․c.10․․․] | |
[․․․․․․․․․․․․․․․․․․․․․c.46․․․․․․․․․․․․․․․․․․․․․] | |
[․․․․․․․․․․․․․․․c.34․․․․․․․․․․․․․․․]τ̣ι̣[․․․c.10․․․] | |
[․․․․․․․․․․․․c.29․․․․․․․․․․․․․]ο[υ]σία τ̣ῶ̣ν̣ [․․․c.9․․․]α | |
270 | [․․․․․․․․․․c.24․․․․․․․․․․ παρα]κ̣α̣λ̣ῶν δ̣ὲ̣ [καὶ τοὺς ξέν]ο̣υς |
[καὶ τοὺς ․․․․․․․c.18․․․․․․․] θεωρούς τε κ̣α̣[ὶ ․c.6․․]α̣ς | |
VII.272 | [․c.5․ κ]ατ̣ὰ̣ τ̣[․․․c.9․․․ κ]α̣ὶ σύμ[παντας ․․․c.11․․․․ ἐπὶ δια]- |
[νομὴν] οἴνου̣ [κ]α̣ὶ γλυκισμούς, κα[ὶ παρεμέτρησεν τῶν πολιτῶν] | |
ἑκάστωι πυρῶν τεταρτέως [ἥ]μ[ισυ· μή βουλόμενος δὲ στέρεσθαι] | |
275 | τῶν τῆς προγεγραμμένης εὐωχί[ας ἡδονῶν τούς τε ξένους καὶ] |
παροίκου[ς] καὶ [ὑ]στερῆσαι τῆς τῶν [διανομῶν φιλανθρωπίας, καὶ] | |
τούτους ὑποδέδε[κ]ται· ὁμοίως δὲ [καὶ τοὺς ․․․c.10․․․ οἷς ὁ δῆ]- | |
μος μετουσίαν δίδωσι καθότι καὶ [․․․․․․․․․c.22․․․․․․․․․] | |
μ̣ων τοὺς ἐν τῆι πατρίδι [․․․․․․․․․․․․c.28․․․․․․․․․․․․] | |
280 | τῆς τῶν καιρῶν περιστάσε[ως ․․․․․c.15․․․․․․ μηδενὸς ὑσ]- |
τερεῖν φιλανθρώπου. προεπ̣[όμπευσεν δὲ καὶ ἐν τῆι τῶν Πανα]- | |
θηναίων ἑορτῆι βοῒ τῆς Ἀθηνᾶ[ς ἀξίαι, ἀπόδειγμα δοὺς τῆς κατὰ πάν]- | |
τα πρὸς θεοὺς ὁσιότητος· πε[ποίηται δὲ καὶ διὰ παντὸς τὴν πρέ]- | |
πουσαν ἀναστροφὴν ἐν τῆι σ[τεφανηφορίαι αὐτοῦ καὶ τοῦ θεοῦ] | |
285 | ἀξίαν, ἐπιφανῆι τὴν πρὸς π[άντας εὔνοιαν ἀποδειξάμενος,] |
ὥστε καὶ παρὰ τοῖς ἐπιδεδ̣[ημηκόσι τῶν ξένων ἀποδοχῆς τῆς] | |
μεγίστης τετευχέναι· δ̣[ιὰ δὲ τῶν ․․․․․․․c.18․․․․․․․ μεμε]- | |
ρισμένων τάς τε τιμὰς π[άσας ․․․․․․․․․c.22․․․․․․․․․ τὸν] | |
δῆμον δ̣ι̣α̣πεφυλα̣[․․․․․․․․․․․․․․․․c.36․․․․․․․․․․․․․․․․] | |
309 | σα․τ̣ι̣να [․․c.7․․]λι[․c.2․]․ησα[․c.2․]σ̣[․․․․․․c.16․․․․․․] πρὸς |
310 | τὸν δῆμο[ν] εὐερ[γετικ]ῶς καὶ [τὴ]ν ἰδίαν κ[αλοκαγαθί]α̣[ν, ․c.3․ ἀεί] |
τινος ἀγαθοῦ παραίτιον γι̣νόμενον· ἵνα [κ]α̣ὶ οἱ μετὰ ταῦτα θεω- | |
ροῦντες ἐν ἀποδοχῆι τῆι μεγίστηι γινομένους το[ὺς τοιού]τ̣ο̣υ̣ς | |
ἄνδρας προθύμους ἑαυτοὺς παρασκευάζ[ω]σιν εἰς τὰ τῆ[ι πόλει] | |
συμφέροντα, δεδόχθαι τῇ βουλῇ καὶ τῷ δήμῳ· ἐπῃνῆσθαί τε | |
315 | Μοσχίωνα Κυδίμου ἐπὶ τοῖς προγεγραμμένοις πᾶσιν καὶ στεφανῶ- |
σαι αὐτὸν στεφάνωι χρυσέωι ἀριστείωι· τετιμῆσθαι δὲ αὐτὸν | |
καὶ εἰκόνι χρυσῇ τε καὶ μαρμαρίνηι ὡς καλλίσταις καὶ σταθῆναι | |
τὰς εἰκόνας ἐν τῶι ἐπιφανεστάτωι τόπωι τῆς πόλεως· εἶναι δὲ | |
αὐτὸν καὶ ἐν ἐπιμελείαι παρά τε τῆι βο[υλῆι κ]α̣ὶ τῶι [δ]ήμωι· ὑπάρ- | |
320 | χειν δὲ Μοσχίωνι καὶ προεδρίαν ἐν τοῖ[ς ἀγ]ῶ[σι πᾶσιν οὓς] ἡ πόλις |
[τίθησι ․․c.8․․․]ι̣[․․c.8․․․]Ο̣[․․․․․․․․․․c.25․․․․․․․․․․․] | |
καὶ σίτησιν ἐμ πρυτανείωι καὶ ἐμ Πανιωνίωι καὶ μετουσίαν τῶν | |
ἐν τῆι βουλῇ συντελουμένων θυσιῶν καὶ τῶν ἄλλων φιλανθρώ- | |
πων πάντων ὧν καὶ τῆι βουλῇ μέτεστιν καὶ ἀτέλεαν τοῦ σώμα- | |
325 | τος· ἐπιγράψαι δὲ καὶ ἐπὶ τῶν βημάτων τῶν σταθησομένων εἰκό- |
νων ἐφ’ ἑκατέρου τὴν ἐπιγραφὴν τήνδε. "ὁ δῆμος Μοσχίωνα Κυδίμου | |
ἀρετῆς ἕνεκεν καὶ εὐνοίας καὶ καλοκἀγαθίας καὶ φιλοδοξίας τῆς | |
εἰς ἑαυτὸν καὶ εὐσεβείας τῆς εἰς τοὺς θεούς"· τὸν δὲ ἀγωνοθέτην τὸ[ν] | |
ἀποδειχθησόμενον εἰς τὸν ἐνιαυτὸν τὸν ἐπὶ Ἀπολλοδώρου καὶ τὸν | |
330 | |
VIII.330 | γραμματέα [τ]ῆς βο[υλῆς καὶ τοῦ δήμου] |
τή[ν τ]ε τοῦ στεφάνο[υ ἀναγγελίαν ποιή]- | |
σασθαι ἐν τῶι θεάτρωι Δ̣[ιονυσίων αὐλητῶν] | |
τῶι ἀγῶνι τῶι παιδικῶ[ι, ὅταν ὁ δῆμος τὰς] | |
πατρίους σπονδὰς συντ[ελῆι, ἀκολούθως] | |
335 | τοῖς γεγραμμένοις· καὶ μετὰ [τὴν ἀναγό]- |
ρευσιν τοῦ στεφάνου γενέσθα[ι τὴν —] | |
ΛΛΤ[․c.2․]ΑΝ, ὅτ̣ι̣ "ὁ δῆμος ἐτίμησεν Μοσχίωνα] | |
Κ[υδ]ίμο[υ εἰ]κόνι χρυσῆι τε καὶ μαρ[μαρίνηι, ἄνδρα] | |
καλὸν κα[ὶ ἀγα]θὸν γενόμενον πε[ρὶ τὴν σωτηρί]- | |
340 | αν καὶ εὐ[εργεσί]α̣ν̣ τοῦ δήμου"· κ[ατὰ τὸ αὐτὸ δὲ] |
καὶ οἱ γινόμενοι καθ’ ἕκαστον ἔτ[ος ἀγωνοθέται] | |
τε καὶ γραμματεῖς ποιείσθωσα[ν τήν τε τοῦ στε]- | |
[φ]άνου ἀναγγελίαν καὶ τῶν εἰκό[νων, καθότι] | |
προδεδήλωται· ἵνα δὲ μὴ μόν[ο]ν ζῶντα φαί- | |
345 | νηται τιμῶν ὁ δῆμος Μοσχίωνα, [ἀ]λ̣λὰ καὶ τῆς εἰς |
τὸ χρεὼ μεταστάσεως τυχόντ[α τ]ῶν καθηκ[όν]- | |
των ἀξιῶν δικαίως, τὸν οἰκ[ονόμον τῆς πόλε]- | |
[ως —] | |
366 | [․․․․․c.14․․․․․ συνακολουθῆσαι δὲ] |
[τῆι ἐκφορᾶι τού]ς [τε π]αι[δο]νόμους [μετὰ τῶν] | |
παίδων [καὶ] τὸγ γυμνασίαρχον ἔχο[ντα τούς] | |
τε ἐφήβους καὶ τοὺς νέους καὶ τοὺ[ς στρατηγοὺς] | |
370 | μετὰ τῶν ἄλλων πολιτῶν, ὅπ[ως ἐ]π̣ιφανοῦ[ς] |
γενομένης τῆς ἐκφορᾶς εἰδότες καὶ [οἱ] λοιποὶ τ̣ὴ[ν] | |
πόλιν εὐχάριστον καὶ κατὰ τοῦτ[ο τὸ μέρος οὖσαν] | |
καὶ τοὺς ἀρίστους ἄνδρας μὴ μόνον̣ [ζῶ]ντας, ἀλλ[ὰ] | |
καὶ μεταλλαγέντας τιμῶσαν πολ[λ]ῶι μᾶλλον | |
375 | ἑαυτοὺς ἐκτενεῖς παρασκευάζω̣σ[ι πρὸ]ς τὸ̣ν δῆμο̣ν̣· |
τὸν δὲ μέλλοντα οἰκονομεῖν Θρασύβ̣[ουλον ποιή]- | |
σασθαι ἔγδοσιν τοῦδε τοῦ ψηφίσματ[ος, ὅπως ἀναγρα]- | |
φῆι τῆς ἀγορᾶς ἐν τῶι ἐπιφανεστάτ[ω]ι τόπωι [εἰς ὃν] | |
ἂν [σ]υ[νκρίνηι ὁ] ἀρχιτέκτων, ἵνα [γενομένης τῆς τῶν] | |
380 | [τιμῶν ἀναγ]ραφῆς ἥ τε Μοσχίωνος μεγα[λοψ]υχία |
[καὶ δόξα] καὶ ἡ τοῦ δήμου πρὸς τοὺς εὐεργετοῦντας | |
[αὐτὸν ἐ]κτένεια δι’ αἰῶνος ἐπίσημον ἔχῃ τὴν | |
χά̣[ριν.] |