Honorary decree of demos of Priene for Iasos in answer to
honorary decree of Iasos for foreign judge Kallikrates
Apolloniou; II; found at Priene: *IPriene 54, ll. 35-70 and p.
310; **Holleaux, BCH 31, 1907, 383 (ll. 36-9, 63-4); IIasos 74,
ll. 35-70.
35 | [ἔδοξεν τῶι δήμωι, γνώ]μη στρατηγῶν· ἐπειδὴ Ἰασεῖς [συ]γγενεῖς καὶ φίλοι̣ ὑπάρ- |
[χοντες τῶι δήμωι, ψήφισμα] καὶ πρεσβευτὰς ἀποστείλαντες [Ὑψ]οκλῆν Ἀρ[ιστο]κρίτου, | |
[Ἀναξαγόραν Θαλεύκτου φ]ύσει δὲ Εὔκτου, ἐμφανίζουσιν δ[ι]ότι <ὁ> ἀποσταλεὶς ὑ̣[πὸ τοῦ] | |
[ἡμετέρου δήμου πρὸς αὐτοὺ]ς [δ]ικ[α]στὴς Κα̣λλικράτης Ἀπολλωνίου [τινὰς μὲν συνέλυσε τῶν] | |
[δικῶν, οὐθὲν ἐλλείπων πρ]οθυμ[ία]ς, ἀ̣λλὰ̣ π[ᾶ]σαν σπου[δ]ὴν ποιο[ύ]μενος, ἵνα συ[λλυ]- | |
40 | [θέντες οἱ ἀντίδικοι πρὸς αὑ]τοὺς̣ μεθ’ ὁ[μ]ονοί[ας π]ολ[ιτε]ύωνται, τ[ὰ]ς δὲ διέ[κ]ρινεν δικ[αί]- |
[ως, τὴν δὲ ἄλλην ἐπιδημίαν ἐ]ποιήσατο ἀ̣[π]ὸ π[α]ντὸς τοῦ βελτίστου ἀξίως ἀμφοτέρω[ν] | |
[τῶν πόλεων, ἐπαινοῦσι δὲ τ]ῶι δή̣μωι τῶι ἡμετέρωι ἀρ̣ετῆς ἕνεκεν καὶ εὐνοίας ἧς [ἔ]χ̣ει | |
[εἰς τὴν πόλιν αὐτῶν καὶ ἐστεφαν]ώκασιν χρ[υ]σῶι στεφάνωι ἀπὸ πλήθους τοῦ ἐκ τῶν νόμω[ν,] | |
[ὅτι αἰτησαμένων αὐτῶν δικαστὴν] ἀ̣[πέστ]ε[ιλε]ν ἐ[πὶ] τὰ̣ς̣ κρίσεις ἄνδρα καλὸν καὶ ἀγαθὸν, ἐπαι- | |
45 | [νοῦσι δὲ καὶ τὸν ἀποσταλέν]τ̣α̣ δ̣[ι]καστὴν Καλλικράτην Ἀπολλω[νί]ου ἀρετῆς ἕνεκεν καὶ |
[καλοκἀγαθίας ἐπὶ τῶι προστῆν]α̣ι τ̣ῶ[ν] τ̣ε κρίσεων καὶ τῶν συ[λ]λύσεων ἴσως καὶ δικ[α]ίως, | |
[ἐπαινοῦσι δὲ καὶ τὸν συνεξα]ποσ[τ]α[λ]έν̣τ[α] αὐτῶι γραμματέα Ἄτταλον Ἀττάλου ἐπὶ [τ]ῶ̣ι τὴν | |
[καθ’ αὑτὸν χρείαν διωικηκέναι] ἐπιμελῶς καὶ εὐτάκτως καὶ τὴ[ν ἐπιδ]ημίαν πεποιῆσθαι μετὰ πάσης | |
[εὐταξίας, καὶ ἐστεφανώκασ]ι τὸν μὲ̣[ν] δικαστὴν χρυσῶι στεφάνωι ἀπὸ πλήθους τοῦ | |
50 | [ἐκ τῶν νόμων, τὸν δὲ γραμμ]α̣τέα θαλλοῦ στεφάνωι, πεποίηνται δὲ αὐτοὺς κα̣ὶ προξέ- |
[νους τῆς πόλεως, ἔδωκαν] δὲ αὐτοῖς καὶ ἔφοδον ἐπὶ τὴ[ν] βουλὴν καὶ τὴν ἐκκλησί- | |
[αν πρώτοις μετὰ τὰ ἱερά· περὶ δὲ πο]λ̣<ι>τ̣είας αὐτοῖς τε καὶ τοῖς ἐκγ[όν]οις αὐτῶν ἐπιτετάχ[α]- | |
[σιν τοῖς προστάταις καὶ τοῖς στρ]α̣τηγοῖς προγράψασθαι ἐν τοῖς ἐννόμοις χρόνοις· ἀξιο[ῦ]- | |
[σιν δὲ καὶ ἵνα οἱ στέφανοι ἀναγγελ]ῶσιν παρ’ ἡμῖν ἐν τῶι θεάτρωι τοῖς Διονυσίοις καὶ τὸ | |
55 | [ψήφισμα ἀναγραφῆι ἐν τῶι ἱερῶι τ]ῆς Ἀθηνᾶς τῆς Πολιά[δ]ος, [ἵνα] πᾶσι φανερὸν ἦι ὅτ[ι] ὁ δῆ- |
[μος αὐτῶν καὶ τὰς πόλεις καὶ τοὺ]ς ἄνδρας τοὺς ἀγαθοὺς [τιμᾶι,] ἐπελθό[ντ]ες δὲ καὶ οἱ | |
[πρεσβευταὶ ἐπὶ τὴν βουλὴν καὶ τ]ὸ[ν] δῆμον διελέγησαν ἀκολούθως [τοῖς ἐν τ]ῶι ψη̣- | |
[φίσματι γεγραμμένοις, σπ]ουδῆς καὶ φιλοτιμίας οὐθὲν ἐλλείποντες, [ἐπ]οιήσαντο̣ | |
[δὲ καὶ τὴν ἐπιδημίαν μετὰ πάσ]ης εὐκοσμίας καὶ ἀξίως ἀμφοτέρων τῶμ πόλεων, δε- | |
60 | [δόχθαι τῶι δήμωι, ἐπαινέσαι μ]ὲν τὸν δῆμον τὸν Ἰασέων ἐπί τε τῆι εὐνοίαι ἧι ἔχει εἰς τὴμ |
[πόλιν τὴν ἡμετέραν καὶ ἐπὶ τῆι ε]ὐχα̣ριστίαι ἣμ πεποίηται εἴς τε τὸν δῆμον καὶ τὸν ἄνδρα τὸν | |
[ἀποσταλέντα Καλλικράτην Ἀ]πολλωνίου̣ καὶ τὸγ γραμματέα Ἄτταλον Ἀττάλου, καὶ ἀπο- | |
[κρίνασθαι αὐτοῖς, διότι ὁ δῆμο]ς διατηρήσει καὶ εἰς τὸν ἄλλον χρόνον τὴν αὐτὴν αἵρεσιν ε̣- | |
[ἰς τὸν δῆμον τὸν Ἰασέων· ἵ]να δὲ καὶ τὰ ἀξιούμενα ὑπὸ Ἰασέων συντελεσθῆι, τὸμ μὲν ἀγω̣- | |
65 | [νοθέτην ἐπιμελεῖσθαι ὅπως οἱ σ]τέφανοι τοῖς πρώτοις Διονυσίοις αὐλητῶν τῶι ἀγῶνι τῶι π[αι]- |
[δικῶι ἀναγγελῶσιν, οἷς ἐστεφ]ανώκασιν Ἰασεῖς τόν τε δῆμον τὸν ἡμέτερον καὶ τὸν | |
[δικαστὴν καὶ τὸν γραμματέα· τ]ὸν̣ δὲ νεωποίην Σωσίβιον ἀπεγδοῦναι στήλην λιθίνην | |
[εἰς ἣν ἀναγραφήσεται τὰ ψηφ]ίσματα, τόπον δὲ τῆι στήληι δεδόσθαι ἐν τῶι ἱερῶι τῆς Ἀθηνᾶς | |
[τῆς Πολιάδος ἐγγὺς τῆς στ]ήλης τῆς περιεχούσης τὰς παρὰ Χίων τιμάς· δοῦναι δὲ τὸν | |
70 | [νεωποίην Σωσίβιον τ]οῖς πρεσβευταῖς τοῖς παρὰ Ἰασέων ξένια τὰ ἐκ τοῦ νόμου. |