Honorary decree of demos of Priene for Iasos, with answer
to honorary decree of Iasos for foreign judge Herokrates Andriou
of Priene; II; found at Priene: GIBM 420, ll. 38-75; *IPriene
53II; **Holleaux, BCH 31, 1907, 383 (l. 39); IIasos 73, ll.
38-75.
38 | [ἔδοξεν τῶι δήμωι, γνώμη] στρατηγῶν· ἐπειδὴ Ἰασεῖς φίλοι ὑπάρχοντες τῶ[ι] |
[δήμωι, ψήφισμα καὶ πρεσβευτὰς] ἀ̣π̣ο̣σ̣τε̣ί[λα]ντες Ἑκ[αταῖο]ν Πο̣[σειδ]ίππου | |
40 | [καὶ Μενέξενον Κυδίου ἐπαινοῦσι τὸν ἀποσταλέντα ὑπὸ τοῦ δήμο]υ δικασ- |
[τὴν Ἡροκράτην Ἀνδρίου, διότι παραγενόμενος πρὸς αὐτοὺς τὰς μὲν συνέλυσε] | |
[τῶν δικῶν οὐθὲν ἐλλείπ]ων προθυ[μίας, ἀλλὰ πᾶσαν σπουδὴν ποιούμενος, ἵνα συλ]- | |
[λυθέντες οἱ ἀντίδ]ικοι τὰ πρὸς αὑτοὺς μεθ’ ὁμον[οίας πολιτεύωνται, τὰς δὲ διέκρι]- | |
[νεν δικαίως, τὴ]ν δὲ ἄλλην ἐνδημίαν ἐποιήσατο [ἀπὸ παντὸς τοῦ βελτίσ]- | |
45 | [του ἀξίως ἀμφοτ]έρων τῶν πόλεων, ἐπαινοῦσίν τε τὸν δῆ[μον τὸν ἡμέτερον ἀ]- |
[ρετῆς ἕνεκα] καὶ εὐνοίας ἧς ἔχει εἰς τὴν πόλιν αὐτῶν, καὶ ἐσ[τεφανώκασι χρυσῶι] | |
[στεφάνωι] ἀπὸ πλήθους τοῦ ἐκ τοῦ νόμου, ὅτι αἰτησαμένων α[ὐτ]ῶν δ[ικαστὴν] | |
[ἀπέστ]ειλαν ἐπὶ τὰς κρίσεις ἄνδρα καλὸν καὶ ἀγαθόν, ἐπαινοῦσι δὲ καὶ [τὸν ἀ]- | |
[ποστ]αλέντα δικαστὴν Ἡροκράτην Ἀνδρίου ἀρετῆς [ἕνε]κ̣εν καὶ καλοκἀ[γα]- | |
50 | [θία]ς ἐπὶ τῶι προστῆναι τῶν τε κρίσεων κα̣ὶ̣ τ[ῶν συλ]λ̣ύσεων ἴ[σ]ως καὶ δικαίως, |
[ἐ]παινοῦσιν δὲ καὶ τὸν συνεξαποσταλέντα μετ’ αὐτοῦ γραμματέα Ἡγέπο- | |
λιν Ἡγίου ἐπὶ τῶι τὴν καθ’ αὑτὸν χρείαν διωικηκέναι ἐπιμελῶς καὶ εὐτάκτω[ς] | |
καὶ τὴν ἐνδημία[ν πε]ποιῆσθαι μετὰ πάσης εὐταξίας, καὶ ἐστεφανώκασιν τὸν μὲ[ν] | |
[δι]κ̣αστὴν χ̣[ρυ]σ̣ῶι στεφάνωι ἀπὸ πλήθους τοῦ ἐκ τοῦ νόμου, τὸν δὲ γραμμα̣- | |
55 | [τέα θ]αλλοῦ στεφάν[ω]ι, πεποίηνται δὲ αὐτοὺς καὶ προξένους τῆς [π]όλεως, περὶ δὲ |
[π]ολιτείας αὐτοῖς τε καὶ τοῖς ἐκγόνοις αὐτῶν ἐπιτετάχασιν τοῖς προστάταις | |
προγράψασθαι ἐν τοῖς ἐννόμοις χρόνοις· ἔδωκαν δὲ αὐτοῖς καὶ ἔφοδον ἐπὶ τὴν βουλὴν | |
καὶ τὴν ἐκκλησίαν πρώτοις μετὰ τὰ ἱερά, ἀξιοῦσιν δὲ καὶ ἵνα οἱ στέφανοι ἀναγγελῶ- | |
σιν παρ’ ἡμῖν ἐν τῶι θεάτρωι τοῖς πρώτοις Διονυσίοις καὶ τὸ ψήφισμα ἀναγραφῆι | |
60 | ἐν ἱερῶι ὧι ἂν ἡμῖν φαίνηται, ἵνα πᾶσιν φανερὸν ἦι, ὅτι ὁ δῆμος αὐτῶν καὶ τὰς πό- |
λεις καὶ τοὺς ἄνδρας τοὺς ἀγαθοὺς τιμᾶι, ἐπελθόντες δὲ καὶ οἱ πρεσβευταὶ | |
ἐπὶ τὴν ἐκκλησίαν διελέγησαν ἀκολούθως τοῖς ἐν τῶι ψηφίσματι γεγραμμένοις, | |
σπουδῆς καὶ φιλοτιμίας οὐθὲν ἐλλείποντες, ἐποιήσαντο δὲ καὶ τὴν ἐπιδημίαν | |
εὐκόσμως· δεδόχθαι τῶι δήμωι· ἐπῃνῆσθαι μὲν τὸν δῆμον τὸν Ἰασέων ἐπί τε | |
65 | τῆι εὐνοίαι ἧι ἔχει εἰς τὴν πόλιν τὴν ἡμετέραν καὶ ἐπὶ τῆι εὐχαριστίαι, ἣμ πεποίη- |
ται εἴς τε τὸν δῆμον καὶ τὸν ἄνδρα τὸν ἀποσταλέντα Ἡροκράτην Ἀνδρίου καὶ τὸ[ν] | |
γραμματέα Ἡγέπολιν Ἡγίου, καὶ ἀποκρίνασθαι αὐτοῖς, διότι ὁ δῆμος διατηρήσει κ[αὶ] | |
ε̣ἰς τὸν ἄλλον χρόνον τὴν αὐτὴν αἵρεσιν πρὸς τὸν δῆμον αὐτῶν· ἵνα δὲ καὶ τὰ ἀ[ξι]- | |
ούμενα ὑπὸ Ἰασέων συντελεσσθῆι, τὸμ μὲν ἀγωνοθέτην, ὃς ἂν ἦι τότε, ποιήσασθ[αι] | |
70 | [τ]ὴν ἀναγγελίαν αὐλητῶν τῶι ἀγῶνι τῶι παιδικῶι τῶν στεφάνων οἷς ἐστεφ[α]- |
[ν]ώκασιν Ἰασεῖς τόν τε δῆμον τὸν ἡμέτερον καὶ τὸν δικαστὴν καὶ τὸν γραμ- | |
ματέα· τὸν δὲ νεωποίην Ἀναξαγόραν ἀπεγδοῦναι στήλην λιθίνην, εἰς ἣν ἀνα- | |
[γ]ραφήσεται τὰ ψηφίσματα, καὶ σταθήσεται ἡ στήλη ἐν τῶι ἱερῶι τῆς Ἀθηνᾶς | |
[ἐ]νδέξια τῆς εἰκόνος τῆς Κώμου τοῦ Τιμοκλείους· δοῦναι δὲ τὸν νεωποίην | |
75 | [Ἀ]ναξαγόραν τοῖς πρεσβευταῖς τοῖς παρὰ Ἰ<α>σέων ξένια τὰ ἐκ τοῦ νόμου. |