Honorary decree of demos of Priene for Iasos, with answer to honorary decree of Iasos for foreign judge Herokrates Andriou of Priene; II; found at Priene: GIBM 420, ll. 38-75; *IPriene 53II; **Holleaux, BCH 31, 1907, 383 (l. 39); IIasos 73, ll. 38-75.  
[ ] IPri 53II
38 [ἔδοξεν τῶι δήμωι, γνώμη] στρατηγῶν· ἐπειδὴ Ἰασεῖς φίλοι ὑπάρχοντες τῶ[ι]
[δήμωι, ψήφισμα καὶ πρεσβευτὰς] ἀ̣π̣ο̣σ̣τε̣ί[λα]ντες Ἑκ[αταῖο]ν Πο̣[σειδ]ίππου
40 [καὶ Μενέξενον Κυδίου ἐπαινοῦσι τὸν ἀποσταλέντα ὑπὸ τοῦ δήμο]υ δικασ-
[τὴν Ἡροκράτην Ἀνδρίου, διότι παραγενόμενος πρὸς αὐτοὺς τὰς μὲν συνέλυσε]
[τῶν δικῶν οὐθὲν ἐλλείπ]ων προθυ[μίας, ἀλλὰ πᾶσαν σπουδὴν ποιούμενος, ἵνα συλ]-
[λυθέντες οἱ ἀντίδ]ικοι τὰ πρὸς αὑτοὺς μεθ’ ὁμον[οίας πολιτεύωνται, τὰς δὲ διέκρι]-
[νεν δικαίως, τὴ]ν δὲ ἄλλην ἐνδημίαν ἐποιήσατο [ἀπὸ παντὸς τοῦ βελτίσ]-
45 [του ἀξίως ἀμφοτ]έρων τῶν πόλεων, ἐπαινοῦσίν τε τὸν δῆ[μον τὸν ἡμέτερον ἀ]-
[ρετῆς ἕνεκα] καὶ εὐνοίας ἧς ἔχει εἰς τὴν πόλιν αὐτῶν, καὶ ἐσ[τεφανώκασι χρυσῶι]
[στεφάνωι] ἀπὸ πλήθους τοῦ ἐκ τοῦ νόμου, ὅτι αἰτησαμένων α[ὐτ]ῶν δ[ικαστὴν]
[ἀπέστ]ειλαν ἐπὶ τὰς κρίσεις ἄνδρα καλὸν καὶ ἀγαθόν, ἐπαινοῦσι δὲ καὶ [τὸν ἀ]-
[ποστ]αλέντα δικαστὴν Ἡροκράτην Ἀνδρίου ἀρετῆς [ἕνε]κ̣εν καὶ καλοκἀ[γα]-
50 [θία]ς ἐπὶ τῶι προστῆναι τῶν τε κρίσεων κα̣ὶ̣ τ[ῶν συλ]λ̣ύσεων ἴ[σ]ως καὶ δικαίως,
[ἐ]παινοῦσιν δὲ καὶ τὸν συνεξαποσταλέντα μετ’ αὐτοῦ γραμματέα Ἡγέπο-
λιν Ἡγίου ἐπὶ τῶι τὴν καθ’ αὑτὸν χρείαν διωικηκέναι ἐπιμελῶς καὶ εὐτάκτω[ς]
καὶ τὴν ἐνδημία[ν πε]ποιῆσθαι μετὰ πάσης εὐταξίας, καὶ ἐστεφανώκασιν τὸν μὲ[ν]
[δι]κ̣αστὴν χ̣[ρυ]σ̣ῶι στεφάνωι ἀπὸ πλήθους τοῦ ἐκ τοῦ νόμου, τὸν δὲ γραμμα̣-
55 [τέα θ]αλλοῦ στεφάν[ω]ι, πεποίηνται δὲ αὐτοὺς καὶ προξένους τῆς [π]όλεως, περὶ δὲ
[π]ολιτείας αὐτοῖς τε καὶ τοῖς ἐκγόνοις αὐτῶν ἐπιτετάχασιν τοῖς προστάταις
προγράψασθαι ἐν τοῖς ἐννόμοις χρόνοις· ἔδωκαν δὲ αὐτοῖς καὶ ἔφοδον ἐπὶ τὴν βουλὴν
καὶ τὴν ἐκκλησίαν πρώτοις μετὰ τὰ ἱερά, ἀξιοῦσιν δὲ καὶ ἵνα οἱ στέφανοι ἀναγγελῶ-
σιν παρ’ ἡμῖν ἐν τῶι θεάτρωι τοῖς πρώτοις Διονυσίοις καὶ τὸ ψήφισμα ἀναγραφῆι
60 ἐν ἱερῶι ὧι ἂν ἡμῖν φαίνηται, ἵνα πᾶσιν φανερὸν ἦι, ὅτι ὁ δῆμος αὐτῶν καὶ τὰς πό-
λεις καὶ τοὺς ἄνδρας τοὺς ἀγαθοὺς τιμᾶι, ἐπελθόντες δὲ καὶ οἱ πρεσβευταὶ
ἐπὶ τὴν ἐκκλησίαν διελέγησαν ἀκολούθως τοῖς ἐν τῶι ψηφίσματι γεγραμμένοις,
σπουδῆς καὶ φιλοτιμίας οὐθὲν ἐλλείποντες, ἐποιήσαντο δὲ καὶ τὴν ἐπιδημίαν
εὐκόσμως· δεδόχθαι τῶι δήμωι· ἐπῃνῆσθαι μὲν τὸν δῆμον τὸν Ἰασέων ἐπί τε
65 τῆι εὐνοίαι ἧι ἔχει εἰς τὴν πόλιν τὴν ἡμετέραν καὶ ἐπὶ τῆι εὐχαριστίαι, ἣμ πεποίη-
ται εἴς τε τὸν δῆμον καὶ τὸν ἄνδρα τὸν ἀποσταλέντα Ἡροκράτην Ἀνδρίου καὶ τὸ[ν]
γραμματέα Ἡγέπολιν Ἡγίου, καὶ ἀποκρίνασθαι αὐτοῖς, διότι ὁ δῆμος διατηρήσει κ[αὶ]
ε̣ἰς τὸν ἄλλον χρόνον τὴν αὐτὴν αἵρεσιν πρὸς τὸν δῆμον αὐτῶν· ἵνα δὲ καὶ τὰ ἀ[ξι]-
ούμενα ὑπὸ Ἰασέων συντελεσσθῆι, τὸμ μὲν ἀγωνοθέτην, ὃς ἂν ἦι τότε, ποιήσασθ[αι]
70 [τ]ὴν ἀναγγελίαν αὐλητῶν τῶι ἀγῶνι τῶι παιδικῶι τῶν στεφάνων οἷς ἐστεφ[α]-
[ν]ώκασιν Ἰασεῖς τόν τε δῆμον τὸν ἡμέτερον καὶ τὸν δικαστὴν καὶ τὸν γραμ-
ματέα· τὸν δὲ νεωποίην Ἀναξαγόραν ἀπεγδοῦναι στήλην λιθίνην, εἰς ἣν ἀνα-
[γ]ραφήσεται τὰ ψηφίσματα, καὶ σταθήσεται ἡ στήλη ἐν τῶι ἱερῶι τῆς Ἀθηνᾶς
[ἐ]νδέξια τῆς εἰκόνος τῆς Κώμου τοῦ Τιμοκλείους· δοῦναι δὲ τὸν νεωποίην
75 [Ἀ]ναξαγόραν τοῖς πρεσβευταῖς τοῖς παρὰ Ἰ<α>σέων ξένια τὰ ἐκ τοῦ νόμου.
Search Help