Honorary decree of boule and demos (of Priene) for Herakleitos Theodorou; I; found at Priene: Kumanudes, AE 1886, 218-224, no. A (part); Kumanudes, AD 1887, 195-6 (part); *IPriene 117 and p. 311; **Holleaux, BCH 31, 1907, 388 (ll. 66, 76-8); **Wilhelm, WS 29, 1907, 21-2 (ll. 78-9); **Wilhelm, NB VI 53 (ll. 61-2).  
[ ] IPri 117 + p. 311
See also:
A.I.1 [ἐπὶ στεφανηφόρου ․․․c.10․․․ μηνὸς Μεταγειτνιῶνος πέμπ?]τηι
[ἐτίμησεν ἥ τε βουλὴ καὶ ὁ δῆμος Ἡράκλειτον Θεοδώ]ρου χρυ-
[σέωι στεφάνωι ἀριστείωι ․․․․․․c.17․․․․․․․ κ]αὶ εἰκόνι γραπτῆι
[τε καὶ χαλκῆι καὶ χρυσῆι καὶ μαρμαρίνηι καὶ ἐμ πρυ]τανείωι καὶ
5 [ἐμ Πανιωνίωι καὶ ὅταν ἡ βουλῆ συνῆι σιτήσει καὶ] προεδρίαι
[ἐμ πᾶσι τοῖς ἀγῶσιν καὶ ἀτελείαι τοῦ σώματος.]
II.7 [—]
[․․․․․c.15․․․․․․]λ̣[—]
[․․․․c.12․․․․]πάλιν ἡ̣γ̣[—]
10 [․․․c.11․․․․]ι̣ψεν τῇ μὲν πρ․[—]
γραμ[․c.4․]ε̣ν ἐὰν ἐμβαίνωσιν̣ [— ἐπὶ τὸν ἐνιαυτὸν]
τὸ̣ν ἐπὶ στεφανηφό[ρ]ου Κλεοσ[—]
Ἡράκλειτος τὸν μὲν στρατηγὸν [—]
τῶν δὲ δημοσιων<ῶν> παραγενομέ[νων —]
15 ἀρχόντων κωλυσάντων σ[—]
․ιαν καὶ τραύματα καὶ φόνους [․c.2․]σ[—]
τοῦ ἀνθυπάτου κατ’ αἰτίασιν περ[ὶ —]
ἐν χρόνωι ὡρισμένῳ περὶ ὧν ἐγκ[λημάτων — μετὰ]
τῶν συναποδεδειγμένων ἀνδ[ρῶν — ἐπι]-
20 στρέψας καὶ αὐτὸς ἀπ<ῆ>λθεν [εἰς — καὶ πρεσβευτὴς γε]-
νόμενος εἰς Ἔφεσ[ο]ν ․[—]
τοῖς δημοσιώνα[ις — τῶν δημο]-
σιωνῶν γραμμ[ατ—]
οἵ τε στρατηγοὶ οἱ [—]
25 ἥτις δώσει τὸν [κριτὴν —]
εἰ δὲ μὴ διο̣[— τὴν πρέπουσαν ἀνα]-
στροφὴ[ν —]
27a [—]
B.II.28 [—]πω[—]
[— εὐώχη]σεν ἐν τῇ α̣[ὐτοῦ οἰ]κίαι [—]
30 [— ταύρ]οις τρισὶν ὡς [καλ]λίστοις, [καὶ εὐξάμενος ὑπὲρ τῆς σωτηρίας]
[τοῦ σύνπαντος δήμου καὶ] τῶν κατοικούντων τήν τε [πόλιν καὶ τὴν χώραν —]
[—] κ̣ρέα τοῖς πολίταις, τῇ τε δευτέ[ρᾳ τὰ ἀπὸ τῶν θυσιῶν διένι]-
[με τοῖς πολίταις —] ἐπιδιδοὺς ἑκάστωι χόνδρου τε πο[— καλλιερήσας δὲ]
[ὑπὲρ τῆς τοῦ δήμου — σ]ωτηρίας, κατακλίνας εἰς τὸ Βιάντ[ειον τήν τε βουλὴν καὶ τὰς]
35 [συναρχίας — δαψιλῆ] τε καὶ καὶ τῆς ἑαυ<τοῦ> μεγαλοψυχίας [ἀξίαν τὴν —]
[χορηγίαν ἐποιήσατο —]ους ἐξέν[ι]ζεν αὐτὸς τὸν μὲν δῆμο[ν —]
[—  τὴν κοινὴν τῆ]ς πόλεως ἑστίαν ἀναδείξας· γινώσκων τ[ε —]
[—]αι ἑαυτῶι καταΧΡΗΝ ποιήσασθαι τῆς εἰς [—]
[—]ον τὸ πρώτως ἐπινοηθὲν ὑπὸ ἑαυτοῦ κα̣[—]
40 [— τὴ]ν τῶν ἱερῶν μετουσίαν εὐώχησεν αὐτ[ὸς —]
[— πρὸς τοὺς πολίτας τ]ε καὶ τοὺς παροίκους ἐμ πολλοῖς χρήσιμ[ος —]
[—]ς γινομένων ἐφ’ ἴσον μετέχοντας τοῖς πο[λίταις —]
[—]ν̣ μετὰ τῶν τέκνων μεταδοῦναι καὶ τούτο[ις —]
[— πρ]άξεων οὐδὲν αὐτῆι τῆι ὡς ἀληθῶς ἱερᾶι [—]
45 [—]․ καὶ τοὺς πρεσβευτὰς ἡμῶν ὑπὲρ ἑτέρω[ν —]
[— ἀπὸ τῶν πό]λ̣εων καὶ περὶ οἱκέτου οὗ ἔφασαν ἀποδώ[σειν —]
[— πρεσβεία]ν εἰς Ἔφεσον χειροτονηθεὶς καὶ αὐτὸς πρ[εσβευτὴς —]
[— περὶ μ]ὲν τῶν ἁλ̣εῶν ὑπέδειξεν αὐτῶι τὰ κα[—]
[—]τα ΚΑΙΣΑ Ἰουλίου Καίσαρος συμβέβηκεν ἐνπρ[ησθῆναι —]
50 [— ἐ]θανατώθη κατά τε τοὺς νόμους τ[οὺς —]
C.II.51 [․․․․․․․․c.20․․․․․․․․ καὶ τῶν ἄλλων τῶν κ]ατοικούντων τὴν ἰ[δίαν οἰκίαν κοινοποιησάμενος ․․․c.11․․․․]νειν ἐν τ[․c.3․]
[․․․․․․․c.19․․․․․․․․ καὶ ἐν] ταῖς πάσαις ἄλ̣λαις συναρχίαις βουλό[μενος ․․․․․․․․․․c.25․․․․․․․․․․․] δαπάνης πρε-
[πόντως ․․․․․․․c.18․․․․․․․]εσθαι, καὶ ἐν ταῖς̣ λοιπαῖς δὲ ἐπιδόσεσιν, ἐν αἷς [․․․․․․․․․․․․c.28․․․․․․․․․․․․] ἑαυτοῦ καθη-
[κόντως ․․․c.10․․․ καὶ ἐν] ἀρχαῖς ἁπάσαις ἐν αἷς γέγονε χειροτονηθεὶς ὑπὸ [τοῦ δήμου ․․․․․c.14․․․․․ ἀνέ]στραπται πρὸς πάν-
55 τας ․․․․․․c.17․․․․․․․]ος εὐφημίαν ἐπισπᾶται τοῖς τοι[ού]τοις τῶν ἀν[δρῶν ․․․․․․c.17․․․․․․․ ἀεί π]οτε μὲν πρεσβυτέ-
[ρους τιμῶν ὡς γονεῖ]ς, τοὺς δὲ κ̣αθήλικας ὡς ἀδελφούς, τοὺς δὲ [νεωτέρους ὡς παῖδας, ἄμεμπτον] τὸν βίον τετήρηκεν καὶ
[․c.6․․ οὐδενὶ] κακῶν̣ αἴτιος γέγονεν οὐδέποτε, πολλοῖς δὲ τῶν μεγ̣ί̣[στων ἀγαθῶν παραίτιος, πολί]τ̣ου καλὸν ὑπόδειγμα
[παραστήσας ὡς] ἐκ παιδε<ί>ας τὸ εἰκ̣ὸς τοῖς νέοις τὸν ἴδιον βίον· καθόλου [δὲ ․․c.7․․ καὶ συμβο]υλ̣[εύ]ω̣ν τῶι δήμωι τὰ συν-
[φέρον]τα καὶ λέγων καὶ πράσσων ὑπὲρ αὐτοῦ τὰ ἄριστα δε̣[․․․․․․․․․․․c.27․․․․․․․․․․․․ τῆς προ]αιρέσ[ε]ως τῆς Ἡρακλείτου παρὰ
60 [πᾶσι το]ῖ̣ς πολίταις ἐπ’ ἀγαθῷ τὴν διάληψιν ἐχούσης καθ’ ἡλ[ικίαν ․․․․․․․c.19․․․․․․․․ δι]ὰ τῶν [ἐγ]γράφων ἀμείψασθαι τι-
[μαῖς κ]αὶ χάρισιν ἵνα καὶ οἱ λοιποὶ γινώσκοντες ἣν ποιεῖται πρό[νοιαν ἡ πόλις τῶν τοιούτ]ων ἀνδρῶν καὶ ὁμαλίζουσαν
[παρεχ]ομένων τὴν ὑπὲρ τῆς πόλεως σπουδὴν προθύμως ἑαυτο[ὺς ἐπιδιδῶσιν εἰς τὴν ὑπὲρ τ]ῶν κοινῶν φιλοτιμίαν,
[δεδόχθ]αι τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπῃνῆσθαί τε Ἡράκλειτον Θεοδώ[ρου ἐπὶ τῇ πρὸς] τὸ θεῖον εὐσεβείᾳ καὶ ἐπὶ τῇ πρὸς
[πάντα]ς δικαιοσύνῃ καὶ ἐπὶ τῇ πρὸς τὸν δῆμον εὐνοίᾳ καὶ στεφανῶσα[ι αὐτὸν στεφάνωι] χρυσέω[ι] ἀρετῆς ἕνεκεν καὶ εὐνοίας
65 [τῆς πρὸ]ς τὸν δῆμον καὶ εὐσεβείας τῆς πρὸς τοὺς θεούς, τετειμῆσθαι δὲ [καὶ αὐτὸν εἰκόνι] χαλκῆι καὶ σταθῆναι τὴν εἰκόνα
[ἐν ὧι ἂ]ν τόπωι τῆι τε βουλῆι καὶ τῶι δήμωι δόξῃ, καὶ ἐπιγράψ<αι> τὴν ἐπιγρα[φὴν καθὼς ἔσται ἀκόλ]ο̣[υ]θον τῇ ἐσομένῃ τοῦ στεφά-
[νου ἀναγ]γ̣ε̣[λ]ίᾳ· τῆς δὲ ἀναγγελίας τοῦ στεφάνου προνοεῖν καθ’ ἕκαστον ἔτος [τὸν γενόμενον ἐν ταῖς ἀ]ρχαιρεσίαις ἀγωνοθέτην
[τε καὶ γρα]μματέα τῆς βουλῆς καὶ τοῦ δήμου Διονυσίοις αὐλ[ητῶν τῶι ἀγῶνι τῶι παιδικῶι,] ὅταν ὁ δῆμος τὰς πατρί-
[ους θυσία]ς τῷ Διονύσωι ἐπιτελῇ, ὑπάρχειν δὲ αὐτῶι καὶ σί̣[τησιν καὶ ἐμ πρυτανείωι καὶ] ἐμ Πανιωνίωι καὶ μετου-
70 [σίαν πάντων τῶν] συντελουμένων ἱερῶν καὶ θυσιῶν ἐν [τῇ βουλῇ· ὅπως δὲ μὴ μόνον ζῶντα] φαίνηται τιμῶν ὁ δῆμος
[*(HRA/KLEITON, A)L]L?A\ KAI\ TH=S EI)S TO\ XREW\I METAS[TA/SEWS TUXO/NTA TW=N KAQHKO/NTWN AU)TW=I A)CI/W]N DIKAI/WS, TO\N OI)KONO/MON
[τῆς πόλεως ὃς] ἂ̣ν ᾖ τότε στεφανῶσα̣[ι ἐπὶ τῆς ἐκφορᾶς Ἡράκλειτον Θεοδώρου στεφ]ά̣νῳ χρυσέωι ἀπὸ χρυσοῦ,
[γενόμενον ἄνδ]ρα καλὸν καὶ [ἀγαθὸν καὶ κοινῆι καὶ ἰδίαι πρὸς ἕκαστον· τὸ δὲ ἐσόμενον περὶ τὸν] στέφανον ἀνάλωμα
D.II.74 [τὸν νεωποίην τῆς πόλεως ἀνενεγκ]εῖν ἐλ λ[όγωι τῆι] πό[λει, ποιήσασθαι δὲ τὴν ἀναγόρευσιν]
75 [τῶν τιμῶν τοὺς γραμματεῖς τῆς βου]λῆς καὶ τοῦ δήμου [ἐν τῆι ἀγορᾶι· ἐξεῖναι δὲ ἐπὶ τῆς ἐκφορᾶς]
[καὶ ἄλλους τὸυς βουλομένους] στεφανοῦν Ἡρά[κλειτον· ἀναγράψαι δὲ καὶ]
[τὸν γραμματέα τῆς βουλῆς καὶ τ]οῦ δήμου ἐς τὰ ψηφί[σματα τὰς γενομένας στεφανώσεις· ἀναγράψαι]
[δὲ καὶ τοὺς στεφάνους καὶ τοὺς ἐστε]φανωκότας τῆς ἀπ[—]
[ποήσασθαι τὸν ἀρχιτέκτονα] κατὰ συνγραφήν, ἣν ἂμ [βούληται αὐτός· συνακολουθῆσαι]
80 [δὲ τῆι ἐκφορᾶι τούς τε ἐφήβους] καὶ τοὺς νέους καὶ τ[οὺς παῖδας καὶ τοὺς στρατηγοὺς]
[μετὰ τῶν ἄλλων πολιτῶν, ὅπως εἰδότε]ς καὶ οἱ λοιποὶ τὴν εὔν[οιαν τῆς πόλεως πολλῶι μᾶλλον]
[ἐκτενεῖς γένωνται πρὸς τὸ συμφέρ]ον τῇ πόλει· τὸν δὲ ν[εωποίην τῆς πόλεως ἐπιμεληθῆναι,]
[ὅπως ἀναγραφῇ τὸ ψήφισμα ἐν τῶι ἐπι]φανεστάτω[ι τῆς ἀγορᾶς τόπωι, ἵνα διὰ τῆς ἀναγραφῆς ἥ τε]
[Ἡρακλείτου μεγαλοψυχία φαίνητα]ι καὶ <ἡ> τῆς πατρίδος ε[ἰς αὐτὸν ἀμοιβὴ γεγενημένη τῶν]
επραγμένων ὑπ’ αὐτοῦ ἀξίως.]
Search Help
Contact Us