Honorary decree of [boule and dem]os (of Priene) for phrourarchos Bias; III; found at Priene: *IPriene 23; **Graindor, Mus. belge 11, 1907, 126 (ll. 3, 16-7).  
[ ] IPri 23
See also:
1 [— τῆς τε φυλακῆς] ἐποιήσατο τὴν ἐνδεχ̣[ομ]έ̣-
[νην πρόνοιαν, σπουδῆς καὶ φιλοτιμίας ο]ὐθὲν ἐνλείπων, τῶν τε φρου-
[ρῶν προενόησεν ἔν τε τοῖς ἄλλοις καὶ ἐπ]εστάτησεν ἴσην ἔχων αὐτῶν
[— διὰ πάντα] τὸγ χρόνον ἐν ὧι τὴν ἀρχὴν αὐ-
5 [τῶν εἶχε — διαμένων διετέ]λεσεν ἐν τῶι φρουρίωι, διοικῶν
[πάντα καθαρῶς καὶ δικαίως καθάπε]ρ οἱ νόμοι συντάσσουσιν, περὶ
[πλείστου ποιούμενος τό τε διαφ]υλάξαι τὸ φρούριον καὶ πρὸς τε-
[— τῶν ἄ]λ̣λων πολιτῶν ἐν τούτοις καθ[․]
[— ἀνέγ]κλητος γενέσθαι· ὧν ἕνεκεν δε-
10 [δόχθαι τῆι βουλῆι καὶ τῶι δήμ]ωι· ἐπηινῆσθαι Βίαντα καὶ στεφ[α]-
[νῶσαι αὐτὸν στεφάνωι χρυ]σέωι τῶι ἐκ τοῦ νόμου ἀρετῆς
[ἕνεκεν καὶ εὐνοίας καὶ σπουδῆς ἧς ἐπο]ιήσατο περί τε τὴν τῆς ἄ-
[κρας φυλακὴν καὶ τὴν ὑπὲρ τῶν φρουρῶν] ἐπιμέλειαν· καὶ ἀναγγεῖ-
[λαι τὸν στέφανον ἐν τῶι θεάτρωι Διο]ν̣υσίων τραγωιδῶν τῶι ἀ̣-
15 [γῶνι· τὴν δὲ ἀναγγελίαν τοῦ στεφάνου ποι]ήσασθαι τὸν ἀγωνοθ[έ]-
[την, ἀνακηρῦξαι δὲ καὶ τὰς τιμὰς τ]ὰ̣ς ὑπὸ τοῦ δήμου
[δεδομένας τῶι Βίαντι καθ’ ἕκαστον ἔ]τος· ἀναγράψα[ι]
[δὲ τόδε τὸ ψήφισμα εἰς στήλην λιθίνην καὶ στῆσαι] ἐν τῶι ἱερῶ[ι]
[τῆς Ἀθηνᾶς —] ἐπι[με]-
20 [ληθῆναι —]
Search Help
Contact Us