Honorary decree of [boule] and demos (of Priene) for Aristippos; II; found at Priene: IPriene 83; *Wilhelm, WS 29, 1907, 13-7.  
[ ] WS 29, 1907, 13-17
See also:
0 [— δεδόχθαι]
[τῆι βουλῆι κα]ὶ τῶι δήμωι· ἐπη[ινῆσθαι μὲν Ἀρίστιππον Αἰν— τοῦ Ἀριστ— ἐφ’ ἧι ἔχει —]
[․․c.8․․․ σω]φροσύνηι ἐπί [τε — πρὸς]
[ἕκαστον] τῶν πολιτῶν καὶ εἰς τὰ κ[οινὰ τῆς πόλεως πράγματα· τετιμῆσθαι δ’ αὐτὸν καὶ εἰκόνι χρυσῆι ἣν καὶ σταθῆναι]
[ἐν τῶ]ι ἐπιφανεστάτωι τόπωι ἔχουσαν [ἐπιγραγὴν τήνδε· ὁ δῆμος Ἀρίστιππον Αἰν— τοῦ Ἀριστ—? ἀρετῆς ἕνεκεν καὶ φιλαγαθίας]
5 [τῆς ε]ἰς αὑτόν· καὶ εἶναι αὐτὸν ἐν ἐπιμε[λείαι παρά τε τῆι βουλῆι καὶ τῶι δήμωι· ὑπάρχειν δὲ αὐτῶι καὶ ἐμ πρυτανείωι?
[σίτ]ησιν καὶ ἀτέλειαν τοῦ σώματος, καὶ [προεδρίαν ἐμ πᾶσι τοῖς ἀγῶσιν· τὴν δ’ ἀναγγελίαν τῶν τιμῶν ποιήσασθαι Διονυ-
[σίοι]ς ὅταν ὁ δῆμος συντελῆι τὰς <⁶³π̣ρ̣ώτα̣ς̣>⁶³[⁵²πατρίους?]⁵² [σπονδὰς ἀκολούθως τοῖς προγεγραμμένοις· τῆς δὲ ἀναγγελίας τὴν ἐπιμέ-
[λει]αν ποιήσασθαι τὸν ἀποδειχθησόμενον ἀγω[νοθέτην τῶν Διονυσίων· ἵνα δὲ ὁ δῆμος μὴ μόνον ζῶντι τιμὰς ἀπο-
[νέμων] φαίνηται Ἀριστίππῳ, ἀλλὰ καὶ τῆς εἰς τὸ χρεὼν μ[εταστάσεως τυχόντα τῶν ἐπιφανεστάτων ἀξιώσηι δι-
10 [καίως,] τὸν οἰκονόμον τῆς πόλεως ὃς ἂν ἦι τότε στε[φανῶσαι ὑπὲρ τοῦ δήμου Ἀρίστιππον Αἰν— τοῦ Ἀριστ—? ἐπὶ τῆς]
[ἐκφορᾶς στε]φάνωι χρυσέωι ἄνδρα γεγονότα κα[λ]ὸν καὶ [ἀγαθὸν καὶ κοινῆι καὶ ἰδίαι πρὸς ἕκαστον· τὸ δὲ ἀνάλωμα τὸ πε-
[ρὶ τὸν στέφαν]ον καὶ τὴν κατασκευὴν αὐτοῦ ἀνενεγκεῖν ἐν λόγ[ωι· τῆς δὲ ἀναγγελίας τοῦ στεφάνου τὴν ἐπιμέλειαν ποιή-
[σασθαι τοὺς] ἐπιμηνίους τῶν στρατηγῶν μετὰ τοῦ γραμματέω[ς τῆς βουλῆς καὶ τοῦ δήμου οἳ ἂν ὦσιν τότε· ἐξεῖναι δὲ
[καὶ τοῖς ἄλλοις] τοῖς βουλομένοις στεφανοῦν Ἀρίστιππον Αἰν[— τοῦ Ἀριστ—?· ἀναγράψαι δὲ καὶ τὸν γραμματέα]
15 [τῆς βουλῆς καὶ τοῦ δ]ήμου εἰς τὰ ψηφίσματα [τὰς γενομ]ένας στεφανώσ[εις καὶ τοὺς ἐστεφανωκότας.]
Search Help
Contact Us