2nd honorary decree of boule and demos (of Priene) for Apellis Nikophontos, now phrourarchos of heights in Teloneia; 327/4(?) BC; found at Priene: *IPriene 4, ll. 49-59.  
[ ] IPri 4.49-59
See also:
49 ἐπὶ στεφανηφόρου τοῦ θεοῦ τοῦ μετὰ Κλεῖτομ μηνὸς Πανή-
50 μο[υ, Πολυ]χάρης Πολυχάρους εἶπεν· ἐπειδὴ Ἄπελλις Νικοφῶντος φρούραρ-
[χος] α̣[ἱρ]εθ̣εὶς̣ τ[ῆ]ς̣ ἄκρας τῆς ἐν Τηλωνείαι καλῶς καὶ φιλοτίμως διεφύλα-
[ξε] τὸμ [π]ύρ[γ]ογ καὶ ἀπέδωκε τῶι δήμωι, ἀγαθῆι τύχηι δεδόχθαι τῆι βουλῆ[ι]
κ[α][τῶ]ι δήμωι· ἐπαινέσαι τε Ἄπελλιγ καὶ στεφανῶσαι στεφάνωι χρ[υ]σέωι
τῶι ἐκ το[ῦ] νόμο[υ] καὶ ἀ̣[ν]αγγεῖλαι τοῖς Δι[ο]ν̣υσίοις ἐν τῶι θεάτρωι ἀρετῆς ἕν[ε]-
55 [κ]α [κ]αὶ φιλοτιμίας ἣν [ἔ]χ̣]ν δια[τ]ελεῖ εἰς̣ τὸν δῆμον, τῆς δὲ ἀναγγελίας ἐπ[ι]-
μεληθῆναι τ[ὸν] ἀ̣γωνοθέτην· τὸ δὲ ψήφισμα τόδε ἀναγράψαι εἰς τὴν σ[τή]-
λην τὴν ἐν [τῶι] ἱερῶι τῆς Ἀθη̣νᾶ̣ς̣, ἐν ἧι καὶ τὰ πρότερον αὐτῶι δοθέντα
ὑπὸ το[ῦ δήμου ἀ]ναγέγραπται· [τ]ὸ δὲ ἀνάλωμα τὸ εἰς τὴν ἀναγραφὴ[ν]
ὑ̣π[ηρ]ετῆσαι τὸν νεω[π]οίην Θ[εο]γείτονα.
Search Help
Contact Us