2nd honorary decree of boule and demos (of Priene) for
Apellis Nikophontos, now phrourarchos of heights in Teloneia;
327/4(?) BC; found at Priene: *IPriene 4, ll. 49-59.
49 | ἐπὶ στεφανηφόρου τοῦ θεοῦ τοῦ μετὰ Κλεῖτομ μηνὸς Πανή- |
50 | μο[υ, Πολυ]χάρης Πολυχάρους εἶπεν· ἐπειδὴ Ἄπελλις Νικοφῶντος φρούραρ- |
[χος] α̣[ἱρ]εθ̣εὶς̣ τ[ῆ]ς̣ ἄκρας τῆς ἐν Τηλωνείαι καλῶς καὶ φιλοτίμως διεφύλα- | |
[ξε] τὸμ [π]ύρ[γ]ογ καὶ ἀπέδωκε τῶι δήμωι, ἀγαθῆι τύχηι δεδόχθαι τῆι βουλῆ[ι] | |
κ[α]ὶ [τῶ]ι δήμωι· ἐπαινέσαι τε Ἄπελλιγ καὶ στεφανῶσαι στεφάνωι χρ[υ]σέωι | |
τῶι ἐκ το[ῦ] νόμο[υ] καὶ ἀ̣[ν]αγγεῖλαι τοῖς Δι[ο]ν̣υσίοις ἐν τῶι θεάτρωι ἀρετῆς ἕν[ε]- | |
55 | [κ]α [κ]αὶ φιλοτιμίας ἣν [ἔ]χ̣[ω]ν δια[τ]ελεῖ εἰς̣ τὸν δῆμον, τῆς δὲ ἀναγγελίας ἐπ[ι]- |
μεληθῆναι τ[ὸν] ἀ̣γωνοθέτην· τὸ δὲ ψήφισμα τόδε ἀναγράψαι εἰς τὴν σ[τή]- | |
λην τὴν ἐν [τῶι] ἱερῶι τῆς Ἀθη̣νᾶ̣ς̣, ἐν ἧι καὶ τὰ πρότερον αὐτῶι δοθέντα | |
ὑπὸ το[ῦ δήμου ἀ]ναγέγραπται· [τ]ὸ δὲ ἀνάλωμα τὸ εἰς τὴν ἀναγραφὴ[ν] | |
ὑ̣π[ηρ]ετῆσαι τὸν νεω[π]οίην Θ[εο]γείτονα. |