Honorary decree of boule and demos (of Priene) for Aulus
Aemilius Zosimos; 84/01 BC; found at Priene: *IPriene 113 and p.
311 (PH, partial); **Wilhelm, NB VI 53 (l. 32); **Robert, Ét.
anat. 388-9, note 2 (l. 56); **Robert, Hermes 65, 1930, 114-117
(ll. 61, 63-67).
XXVII.1 | [ἐπὶ στεφανηφόρου Ποπλίου Η․․․c.10․․․νο]ῦ̣ |
[μηνὸς Μεταγειτνιῶνος δωδεκάτηι? ἐτί]μ̣η- | |
[σεν ἥ τε βουλὴ καὶ ὁ δῆμος Αὖλον Αἰμίλ]ι- | |
[ον Σέξτου Ζώσιμον στεφάνωι χρυσέωι] ἀ̣ρισ- | |
5 | [τείωι καὶ εἰκόσι γραπτῆι τε καὶ χαλκῆι καὶ χρ]υ̣- |
σῆι καὶ μαρμαρ[ίνηι κ]α̣ὶ σειτήσει ἐν πρυτανεί- | |
ωι καὶ ἐμ Πανιωνίωι καὶ μετουσίᾳ τῶν συντε- | |
λουμένων ἱερῶν καὶ θυσιῶν ἐν τῆι βουλῆι, | |
ἀρετῆς ἕνεκεν καὶ εὐνοίας τῆς εἰς ἑατόν. | |
10 | ἐ[π]ὶ Ποπλίου Ἡ̣[․․c.8․․․]ν̣ο̣[υ ․c.5․ου στεφανηφόρου ἔδοξε τῆι βουλῆι καὶ τῶι] |
δήμωι· Δημέας Δημέου εἶπε[ν· ἐπειδὴ Αὖλος Αἰμίλιος Σέξτου Ζώσιμος καλὸς ὢν] | |
καὶ ἀγαθ[ὸς] ἀνὴρ πεποίηται μὲν̣ [․․․․․․․․․․․․․c.30․․․․․․․․․․․․․] | |
[․c.2․] ὅ̣πως αὐτοῦ τὴν κρίσιν οὐ βασ̣[․c.5․ τὴ]ν προθυμίαν ἠδυνήθη σ̣[․c.2․]δ̣?[․c.5․ δι]- | |
α̣[ν]οεῖ̣[σθαι] καὶ ἄρ[ξ]ασθαι πρῶτος τῆς εἰς [τὴν π]όλιν χάριτος, ἐσκέψατο δι’ ὧν <τὸ> πλῆθος τὴν | |
15 | πρὸς τοὺς εὖ διατιθέντας φυλάσσε̣[ι] μ[ν]ήμην· γραμματεὺς γὰρ γενόμενος τῆς |
[β]ο[υ]λῆς καὶ <τοῦ> δήμου τῆς τε λειτουργίας ἐπιμελῶς προέστηι καὶ τῆς εἰς τὰ δημόσια | |
[γ]ρά[μ]ματα δαπάνης οὐχ ὑπεστείλατο, τὸν κοινὸν καὶ τὸν ἴδιον ἑκάστου βίον ἀσφαλισά- | |
μενο[ς δ]ιὰ τῆς ἐν τοῖς δερματίνοις βυ[β]λίοις ἀναγραφῆς· λαβὼν δὲ μετὰ τὴν | |
XXVIII.19 | ἀρχὴν ταύτην καὶ <τὴν> γυμνασιαρχίαν τ̣[ῶν νέων ․․․c.11․․․․ τῶι τε κόσ]- |
20 | μωι καὶ τοῖς ἀναλώμασιν μεγαλομερῆ [ἑαυτὸν ἐμ πᾶσιν ἀπέδει]- |
ξεν, ὡστε μὴ τὸ σύστεμα μόνον τῶν εὖ [παθόντων, ἀλλὰ καὶ τὸν πάντα] | |
δῆμον ταῖς ἀξίαις αὐτὸν ἀμείψασθαι τι[μαῖς ․․․․․․․․c.20․․․․․․․․] | |
πα̣[ρὰ τὴ]ν ἐπὶ τοῖς πρώτοις ἐκ{κ}τένειαν {²⁶ἐκτένειαν}²⁶ λ̣[․․․․․․․․․․c.24․․․․․․․․․․] | |
[․․c.8․․․]ου καὶ τοὺς παῖδας μὴ μόνον ἀ[․․․․․․․․․․c.24․․․․․․․․․․] | |
25 | [․․c.7․․ με]τασχεῖ[ν, εἰ]σάγ[ειν] δὲ εἰς τὴν [․․․․․․․․․․c.24․․․․․․․․․․] |
τοὺ[ς ․c.5․]ντας ἐφρόντισεν εὐκοσμίας, τοὺς μὲν παιδευτὰς συ[νεργ]ά- | |
τας ποησάμενος ἑαυτοῦ, τὴν δὲ ἰδίαν εὐσχημοσύνην κοινο[πο]η- | |
σ[ά]μενος ἐκείνοις· ἔθηκεν δὲ καὶ ἁμίλλης ἀγῶνας τῶν τε ἐκ φιλολ[ο]γί- | |
ας μαθημάτων καὶ γυμνικῆς ἐνεργείας, λαβὼν μὲν παρὰ τῶν πα[ιδε]υ- | |
30 | τῶν τ̣ὰς ἐννόμους τούτων ἀποδείξεις, δοὺς δὲ ἑκάστωι καὶ τὸ ὑ[πὲρ] |
τῆς φιλοπονίας ἔπαθλον· τυχὼν δὲ ἐπὶ τούτοις τῆς ἐνγράφου μ[αρτυ]- | |
ρίας τὸν μὲν δῆμον εὗρεν εἰς τὴν τῶν ὁμοίων ἀμοιβὴν οὐκ ἀ[λλ]έ- | |
τριον, αὐτὸς δὲ τὴν πεῖραν ἔλαβεν οὐ ψευδῆ τῶν ἐννοηθέντω[ν κ]α- | |
λῶς· κρίνας δὲ μηδὲν εἰς τὸν μετὰ ταῦτα τῶν προγεγονότ[ων π]ο- | |
35 | εῖν ἧ<σ>σον, οὐδὲ τὸν ὑστεροῦντα καιρὸν ἤασεν ἀφ[ρόντιστον,] |
ἀλλ[ὰ] χειροτονηθεὶς στεφανηφόρος εἰς τὸν ἐ̣ν̣ι̣[αυτὸν τὸν μετὰ ․c.2․] | |
[․․c.8․․․ ἐπηγγ]είλατο μὲν εὐθέω̣ς ἐν ταῖς [ἀρχαιρ]εσίαις ἐνγ̣ράφως πα̣ρ[α]- | |
[καλέσειν ἐπὶ τῆ]ι τῆς εἰσόδου ἡμέραι τούς τε πολίτας πάντας καὶ πα- | |
[ροίκους καὶ κατοίκ]ους καὶ Ῥωμαίους καὶ ξένους καὶ δούλους, τάς τε θυσίας τὰς | |
40 | εἰθισμέ[νας καὶ τ]ὰ̣ς πατρίους τοῖς τῆς πόλεως πα[ρ]αστήσειν θεοῖς, τούς |
τε ἐλευθέρους παῖδας καὶ τοὺς ἐφήβους ἀκρατιεῖν, τό τε μετὰ τὸν πόλε- | |
μον μὴ γεγονὸς ποήσειν· δειπνιεῖν γὰρ τοὺς πο[λ]ίτας πάντας κατὰ φυ- | |
λὰς καὶ τοὺς ἐφηβευκότας τῶν παροίκων καὶ κατ̣ο̣ίκων καὶ Ῥωμαίους πάντας | |
καὶ τοὺς παρεπιδημοῦντας Ἀθηναίων τε καὶ Θηβαίων καὶ Ῥοδίων καὶ Μιλη- | |
45 | σίων καὶ Μαγνήτων καὶ Σα[μί]ων καὶ Ἐφεσίω[ν,] ἔτι δὲ καὶ Τραλλιανῶν |
XXIX.53 | διὰ τῶν ἐ̣[․․․․․․․․․․․․․․c.32․․․․․․․․․․․․․․ ἀναλαβὼν δὲ τὴν σ]τεφανηφο- |
ρίαν τῆι νουμηνίαι το[ῦ Βοη]δρομιῶν[ος μηνὸς εἰς τὴ]ν οἰκίαν πρὸς τὴν τοῦ ἀκρατίσ- | |
55 | ματος φιλανθρωπίαν τὴ[ν π]ρώτην τ[ῆς ἀρχῆς ἡμέρ]αν κοινοποησάμενος πᾶσιν |
ἐπ’ ἴσον, ἐν ᾗ καὶ δούλου τύχη[ν] καὶ ξένου χρ[ηματισμὸ]ν ἦν ἐν ἐλαχίστῳ τίθεσθαι, τούς | |
τε παῖδας καὶ τοὺς ἐφήβους κα[λ]έσας ἐπὶ τὴν τ[ούτω]ν μετάδοσιν ἐτελήωσεν | |
τὸ κατὰ τὴν ἐπαγγελίαν εἶδος, [κ]ατακλείνας τε πάν[τ]ας τοὺς διὰ τῆς ἐπαγγελί- | |
ας ἐπὶ τὰ δῖπνα κληθέντας ἐ[ν τ]ῆι ἱερᾶι στοᾶι τῇ ἐ[ν] τῆι ἀγορᾶι δαψιλῆ μὲν | |
60 | ἐποήσατο τὴν τῶν χορηγο[υμ]ένων ὑπηρε[σί]αν, μόνος δὲ μετὰ τὸν πό- |
λεμον ἐν τῆι στεφανηφορία[ι πάνδ]ημον εὐωχία[ν ἐ]πετελέσατο, τοῖς μὲν ἀπὸ | |
τῆς θυσίας εἰς τὴν ὑποδο[χὴν χρησάμεν]ος, [ο]ὐδὲν <τῶν> ἀνηκόντων εἰς | |
κοιν[ὴν ὠφέλει]αν ὑπο[στειλάμ]ενος· [βουληθ]εὶς? δὲ μὴ μόνον τὰ πρὸς | |
ἡδον[ὴν καὶ —, ἀλλὰ καὶ τὰ πρ]ὸς ἀπάτην χορηγῆσαι, [ἀκροάματα] | |
65 | μὲν ἀπὸ τῆς [ξένης μι]σ̣θωσάμενος καὶ τὸν δυνάμενον τῇ τ̣[έχνῃ ψυχα]- |
γωγῆσαι παντόμιμ[ο]ν̣ [Πλ]ουτογένην, ἐπιδιξάμενος δ’ αὑτὸν ἐπὶ τ[έσσερας?] | |
ἡμέρας ἀβέβηλον καὶ τῆς τοιαύτης ἐπιθυμίας τὸν {τε} καιρὸν [ἐποίησε,] | |
θεωρῶν δὲ καὶ βίον ἰδιώτου καὶ πόλεως διατηρουμένην ὁμ[όνοι]αν ἐ- | |
κ τῆς εἰς τοὺς θεοὺς [εὐ]σεβήας, ἐκαλλιέρησεν ὑπὲρ τοῦ δήμου κα[τ]ὰ μῆνα τῶι | |
70 | Διὶ τῶι Ὀλυμπίωι κα[ὶ τ]ῆι Ἥραι, θυσίας τὰς πρεπούσας παραστήσας· ὡς δὲ τὰ μὲν |
προεπ̣ηγγελμέν[α] τέλος ἔσχεν αὐτῶι, βεβαιοῦντα τὴν ἀρχὴν [τ]οῦ ἐνι- | |
αυτοῦ, τελειῶν δ’ ὁ μετὰ ταῦτα χρόνος ἐθεωρεῖτο πρὸς τὴν εἰς τὸ πλῆ- | |
XXX.73 | [θος] ἀρέσκειαν, οὐδὲ τοὺς μετὰ ταῦτα καιροὺς ἀχορητήτους ἔασεν γενέσ- |
[θαι, ἀ]λλὰ τὰς μὲν δημοτελεῖς καὶ κοινὰς ἑορτὰς ἐπισημοτέρας μᾶλλον | |
75 | [ἐπό]ησε ταῖς εἰς ἀνθρώπους χάρισι, τοὺς δὲ ταύταις χρωμένους ἐδιπλασί- |
[ασε] ταῖς εὐποΐαις, παρέχων λουτρόν τε δωρεὰν ἐν αὐταῖς τοῖς τε πολίταις | |
[πᾶσι]ν καὶ παροίκοις καὶ κατοίκοις καὶ ξένοις καὶ Ῥωμαίοις κ<α>ὶ τοῖς τούτων οἰκέ- | |
[ταις,] τιθεὶς δὲ ἐπὶ τοῦ βαλανείου καὶ ἔλαιον καὶ ἐπάλιμμα· τοῦ τε ἐξελη- | |
[λυθ]ότ̣ος ἐνιαυτοῦ τὰς ἀγ̣ομένας [τ]ῶι Διονύσωι μὴ ἔχοντος τριετηρίδας, | |
80 | [ὠι]δόν τε καὶ χορα[ύλην κ]α̣ὶ κιθαρῳδὸν ἐπὶ ἡμέρας δ[ύο, τ]οῦ τε μηνὸς τοῦ |
Ἀρτεμισιῶνος τῆι δ[ω]δ̣εκάτηι παραστήσας τὴν εἰθισμένη[ν] γείνεσθαι τῶι Διὶ | |
τῶι Κεραυνίωι θυσίαν μετέδωκεν μὲν τῶν ἱερῶν τοῖ[ς] τε πολίταις καὶ παροί- | |
κοις καὶ κατοίκοις καὶ ξέν̣οις καὶ Ῥωμαίοις καὶ δούλοις, τοὺς δε β[ο]υ̣λευτὰς καὶ τὰς συναρχί- | |
ας καὶ ἐδείπνισεν ἐν τῷ [τ]οῦ θεοῦ τόπωι· ἔν τε τῇ τῶν Παναθ[η]ναίων ἑορτῆι | |
85 | παραστήσας βοϊκὴν θυσίαν τῆι Ἀθηνᾷ τῇ Πολιάδι καὶ καλ[λ]ιερήσας ὑπέρ τε τῆς |
κοινῆς ὁμονοίας καὶ [τ]ῆς ἐπὶ τὸ βέλτιον τοῦ δήμου κατασστάσεως τοῖς ἀπὸ τῆς | |
ἱερουργίας οὐκ εἰς ἰδίαν κατεχρήσατο δαπάνην, ἀλλὰ τήν [τ]ε βουλὴν καὶ τὰς συν- | |
αρχίας ἐν τῶι Βιαντείω̣ι κατακλείνας ἐποιήσατο τὴν εἰς α̣ὐτοὺς χορηγίαν δα- | |
ψιλῆι καὶ τῆς ἑαυτοῦ μεγαλοψυχίας ἀξίαν· καθόλου δ̣ὲ̣ [πρό]θυμον ἔν τ̣ε̣ ταῖς | |
90 | [προαιρέ]σ̣ε̣σιν καὶ τῆι πρὸς τὴν πόλιν εὐνοίαι π[αρεχόμενος ἑαυτ]ὸν̣ [ἀ]νέλ- |
[λιπτο]ς̣ εἶναι βούλεται πρὸς τὰς κοινὰς καὶ κατεπιγούσας ὑπηρεσία[ς]· ἐ̣πήνγελ- | |
[ται δὲ ἀ]ναθήσειν καὶ τὴν κατὰ τὸν νόμον ὀφείλουσαν ἀνατίθεσθαι φιέλην | |
[στεφανη]φορικὴν τῶι Διὶ τῶι Ὀλυμπίωι χάριν τοῦ καὶ τούτου τοῦ θεοῦ κεκοσ- | |
[μῆσθ]αι δι[ὰ τ]ῆ[ς] αὐτοῦ φιλαγαθίας ἱερόν, καθῆκον δέ ἐστιν αὐτὸν ἐπὶ τού- | |
95 | τοις τοῦ πρέποντος τυχεῖν ἐπαίνου, δεδόχθαι τῇ βουλῆι κα[ὶ] τῶι δή- |
μωι· ἐπῃνῆσθαι μὲν Αὖλον Αἰμίλιον Σέξτου Ζώσιμον ἐπὶ τοῖ[ς] π̣ρογε- | |
γραμμένοις πᾶσιν καὶ ἐστεφανῶσθαι χρυσέωι στεφάνωι ἀριστήωι· | |
τετιμῆσθαι δὲ καὶ εἰκόσιν γραπτῆι τε καὶ χαλκῇ καὶ χρυσῇ καὶ μαρμαρίνῃ, | |
XXXI.99 | ὧ̣[ν] κ̣αὶ τὴν ἀ[νάθε]σιν γενέσθα̣ι [ἐν τ]οῖς ἐπισημοτάτοις |
100 | τῆς πόλεως τόποις, καὶ ἐπιγράψαι ἐπ’ αὐτῶν· "ὁ δῆμος Αὖλον Αἰμί- |
λιον Σέξτου Ζώσιμον ἀρετῆς ἕνεκεν καὶ εὐνοίας τῆς εἰς αὐ- | |
τόν", στεφανωθῆναι δὲ αὐτὸν στεφάνωι χρυσέωι ἀριστείωι ὑπὸ | |
τοῦ δήμου ἐν τοῖς Διονυσείοις ἀρετῆς ἕνεκεν καὶ φιλαγαθίας | |
τῆς εἰς τὸν δῆμον· καὶ ἵνα οἱ ἀποδειχθησόμενοι ἐν ἀρχερεσίαι[ς] | |
105 | ἀγωνοθέται καὶ ὁ γραμματεὺς τῆς βουλῆς καὶ τοῦ δήμου ο․․ |
ται, ὅπως ἐν τοῖς Διο[νυσίοις τῶι] ἀ̣γῶνι τῶι παιδικῶι, ὅταν | |
ὁ δῆμος συντελῆι τὰς πατρίους τῶι Διονύσωι σπονδάς, ἡ ἀ- | |
νανγελία γείνηται τοῦ προειρημένου στεφάνου, ὑπάρχηι δὲ | |
αὐτῶι καὶ σίτησις ἐν πρυτανείωι κ̣αὶ ἐν Πανιωνίωι καὶ μετουσί- | |
110 | α τῶν συντελουμένων ἱερῶν καὶ θυσιῶν ἐν τῆι βουλῆι, ὅταν |
τε μεταλλάξῃ, στεφανωθῆι ἐπὶ τῆς ἐκφορᾶς ὑπὸ τοῦ δήμου στεφάνωι | |
χρυσέωι, ἀναγορευθῶσιν δὲ καὶ οἱ στέφανοι ὅ τε τῆς πόλεως καὶ | |
οἱ λοιποὶ οἱ παρὰ τῶν βουληθέν[τ]ων στεφανῶσαι αὐτὸν ὑπὸ τοῦ | |
ἱεροκήρυκος ἐν τῆι ἀγορᾶι· συν[ακο]λουθῆσαι δὲ τῆι ἐκφορᾶι τόν | |
115 | τε γυμνασίαρχον μετὰ τῶν ἐ̣[φήβω]ν καὶ νέων [καὶ τὸ]ν παιδονόμον |
μετὰ τῶν παίδων καὶ τοὺς στ[ρ]ατηγοὺς μετὰ τ[ῶν ἄλλων πο]λιτῶν· | |
ἐξεῖναι δὲ στεφανοῦν ἐπὶ τῆς ἐκφορᾶς Αὖλον κα[ὶ ἄλλους το]ὺς καὶ βου- | |
λομένους· ἕνεκεν δὲ τοῦ τήν τε Αὔλου εἰς τὸν δῆ̣[μον εὔ]νοιαν | |
καὶ φιλαγαθίαν φανερὰν ὑπάρχειν καὶ τὴν ἐκ τῆς [πόλεως] εἰς αὐτὸν | |
120 | ἀμοιβήν, ἀναγράψαι {δὲ} τόδε <τὸ> ψήφισμα οὗ ἂν συνκριθῇ ἐν τῆι ἱερᾶι |
στοᾶι τῆι ἐν τῆι ἀγορᾶι ἐν τῶι εὐθέτωι τόπῳ· ἀναγράψαι δ[ὲ] καὶ τὰς | |
πρότερον δεδομένας αὐτῶι ὑπὸ τοῦ δήμ[ο]υ τιμάς. |