Honorary decree of boule and demos (of Priene) for Aulus Aemilius Zosimos; 84/01 BC; found at Priene: *IPriene 112 and p. 311 (PH, partial).  
[ ] IPri 112 + p. 311
XXII.1 ἐπὶ στεφανηφό̣[ρ]ο̣υ Γαΐου Κεστίου Ἡλιοδώρου,
μηνὸς Μεταγει[τ]νιῶνος δωδεκάτηι, ἐτίμησεν
ἥ τε βουλὴ καὶ ὁ δῆμος Αὖλον Αἰμίλιον Σέξτου
Ζώσιμον στεφάνωι χρυσέωι καὶ εἰκόνι γραπτῆι τε
5 καὶ χ̣α[λκῆ]ι̣ καὶ χρυ[σ]ῆι καὶ μαρμαρίνηι, γυμνασι-
[αρχήσαντα] τ̣ῶν ν[έ]ων καλῶς καὶ δικαίως καὶ
[φιλοτίμως, ἀρετῆ]ς ἕνεκεν καὶ [εὐνοίας τῆς]
[εἰς ἑαυτόν.] vacat
[ἔδ]οξε τῆι βου[λῆι καὶ τῶι δ]ήμωι· Διο[σ]κουρίδης Διοσκουρίδου τοῦ [Δημέου, φύσει]
10 [δὲ] Ἡροστράτου εἶπ̣[εν· ἐπει]δὴ Αὖλος Α̣[ἰ]μ̣ίλιος Σέξτου Ζώσιμος καλὸ[ς ὢν καὶ ἀγαθὸς ἀνὴρ]
[καὶ] βίον μὲν οὐκ ἀφιλότι̣[μον] ε̣ἰς δόξ[αν, κ]ρίσιν δὲ τιμῆς [ἀ]ξίαν ἁπλότη[τά τε καὶ γενναῖον ἐ]-
[ζη]λ̣ωκὼς ἦθος, [κ]α̣ὶ ο̣ὐ Μ[․c.3․]ΙΣΔ̣Ι̣Τ̣[․c.6․․] τῶν ἐ[σομέ]νων? κ̣α̣ὶ̣? [․․․․․․․․c.20․․․․․․․․]
ἀγαθή[ν,] ἐν οὐδενὶ δὲ τὴν ἰδίαν ἀπιροκάλω̣[ς διώκων ἀπόλαυ]σιν συνιδὼν δ’ ὅτι μόνη μεγίστους
ἀποδίδωσιν ἡ ἀρετὴι καρποὺς καὶ χάριτας π[αρὰ ξένοις κ]α̣ὶ ἀστοῖς τὸ καλὸν ἐν τιμῇ θεμένοις,
15 ἐθησαύρισεν ἑαυτῶι παρὰ μὲν τῶν ζώντων ἔ[παινον, παρ]ὰ̣ δὲ τῶν ἐπεσομένων μνήμην· εὐνόως
γὰρ ἡμῶν τῇ πόλει προσενεχθεὶς καὶ γενόμεν[ος δόγμ]α̣τι πολείτης οὐκ ἄκαρπον τὴν τῆς τιμῆς
δέδειχεν ἀμοιβήν, στέρξας μὲν τὴν πόλιν ὡ[ς πατρί]δα, γνησίου δὲ παρεχόμενος πολίτου κηδεμονίαν
ὡς ἂν τῆς μὲν εἰς ἕνα χάριτος μέχρι τοῦ κατὰ τὸν [παθό]ντα φυλασσομένης χρόνου, τῆς δ’ εἰς πλῆ-
θος εὐποΐας αἰωνίωι παραδιδομένης φήμῃ· μ̣άρτυρα δὲ τούτων τὴν ἐν τοῖς ὑφ’ αὐτοῦ γεινομένοις
20 παρέχεται πίστιν· γραμματεὺς μὲν γὰρ χειροτονηθεὶς τῆς βουλῆς καὶ τοῦ δήμου ἐπὶ στεφανη-
φόρου Δημέου μηνὸς Βοηδρομιῶνος διὰ τὸ τὸν μὲν προκεχειροτονημένον ἐν ἀρχαιρεσίαις
γραμματέα μεταλλάξαι, μηδένα δὲ τὴν χρείαν ὑπομένειν ἐκ τοῦ καιροῦ διὰ τὸ τῆς λειτουργίας βάρος,
XXIII.23 ἠσφαλίσατο μὲν τόν τ[ε ἴδιον ἑκάστου καὶ τὸν] τῆς πόλ[ε]-
ως βίον, διπλῆν καὶ ἐν δ[ερματίνοις τὴν τῶν γρα]μμάτων
25 ποιησάμενος ἀναγραφ[ήν, τῆς δ’ εἰς ταῦτα δα]πάνης οὐκ ἐ̣-
[φ]ί̣σ̣ατο χάριν τοῦ κατα[σφαλισθῆναι βεβαίως τ]ὴν τοῦ δή-
μου πίστιν, ἑαυτὸν ἐν [․․․․․․․c.19․․․․․․․․] μέλλον-
τος τοῦ τῶν νέων συγ[χυθῆναι γυμνασίου διὰ τ]ὸ μηδέ-
να βούλεσθαι τῆι τῆς [πόλεως ὑποστῆναι χρεί]ᾳ ταῖς ὑ-
πηρεσίαις οὔσῃ βαρείᾳ, [ἐπὶ ․․․․․c.15․․․․․․] στεφ[α]-
30 [νηφό]ρου γυμνασίαρχο[ς ἀποδειχθεὶς τῶν νέων [․c.4․]ο[․c.2․]
[․․․․․․․․․․․c.27․․․․․․․․․․․․]η̣ς̣ νο[․․․c.11․․․․]
[․․․․․․․․c.21․․․․․․․․․]ον καὶ κόσμου τόπον οὐ μισ-
[․․․․․․․․․․․c.27․․․․․․․․․․․․]ον, ἐπανγειλάμενος δὲ
[․․․․․․․․c.20․․․․․․․․]μο[․c.1․]εν [δα]πάνας ἀνεδέξατο πολύ
35 [․․․․․․․․c.20․․․․․․․․ ἀπροφ]α̣σ̣ι̣σ̣[μ]έ̣ν̣ω̣ς καὶ̣ ἠκ̣ολ[ού]θησεν ο-
[․․․․․․․․․․․․c.29․․․․․․․․․․․․․]αι χρεῶ̣[ν? ἡ] π̣ατρ̣ὶ̣ς̣ ὑπηρετη-
[․․․․․․․․․․․․․․․․․c.39․․․․․․․․․․․․․․․․․․] ἐπ[οίει]
[․․․․․․․․․․․․c.29․․․․․․․․․․․․․]ο̣[․․․c.11․․․․]ποιη-
[․․․․․․․․․․․․c.29․․․․․․․․․․․․․]Τ[․c.1․]Α[․c.1․]Λ[․c.1․]μα τοῖς ἐκ [․c.4․]
40 [․․․․․․․․․․․․․․․c.34․․․․․․․․․․․․․․․]τ̣έ̣ρ̣ων, ἀλλὰ
[․․․․․․․․․․․․․․․c.35․․․․․․․․․․․․․․․․]ει ἐπ’ Ἀρισ-
[․․․․․․․․․․․․․․․․c.36․․․․․․․․․․․․․․․․] εἰς τὴν κοι-
[νὴν ․․․․․․․․․․․․․․․c.34․․․․․․․․․․․․․․․] τὴν ἀρχὴν
[․․․․․․․․․․․․․․c.33․․․․․․․․․․․․․․․ τ]όν τε νομισθέν-
45 [τα ․․․․․․․․․․․․․c.30․․․․․․․․․․․․․]εν τὸ γυμνάσιον,
XXIV.57 [συ]λλογισάμενος δὲ τὸ πρὸς ὥραν [τεθ]ησόμενον
[ἄ]λ̣ειμμα τῆς τε ἰδίας οὐκ ἄξιον ἔσεσ[θ]αι κρίσεως καὶ
πολλοὺς διακλείσειν τῆς φιλανθρωπίας, τοῦτο μὲν
60 ἀπεδοκίμασεν, ἔθηκεν δὲ τὸ ἄλειμμα ἀπὸ ἀνατολῆς ἡλί-
ου δι’ ἡμέρας μέχρι πρώτης τῆς νυκτὸς ὥρας, ἐν μὲν
ταῖς ἀγοραίοις καὶ πατρίοις ἑορταῖς ἠρωματισμένον
[τιθε]ὶ̣ς ἔ̣λ̣α̣ιον ἔν τε τῷ γυμνασίῳ καὶ βαλανήῳ καὶ ἐπάλειμ-
[μα· διὸ καὶ συνέ]βαινεν μηδένα μὲν ὑστερεῖν τῆς φιλοδο-
65 [ξίας, ․․․c.9․․․]σ̣θαι [δὲ π]ρὸς τὴ[ν τ]ούτων κ̣[οινων]ίαν
[․․․c.10․․․]․όμενον [τὴν μ]ετουσία[ν —]
τοι̣ς πανλυσιτελὲς καὶ κέρδος π̣[—]
βίον [․c.5․] εἰς ἀνανκαῖον οὐδὲν [—]
μος τῆς ἑαυ[τ]ο[ῦ] προθέσεως ὡράθ[η ․c.5․ κ]αὶ διετησίο[υ]
70 [․․․․14-15․․․․․]ν̣ καὶ [τ]ὸν ἀγαθ[—]
[․․c.7․․]α̣λ̣[․c.2․] τ̣οῦτον οὐκ ὀλίων̣ [—]
κ̣ι̣ν̣ τε καὶ κώρυκον καὶ κρίκους ε̣ἰς κρε̣?[—]
ἔτι δὲ σφαίρας καὶ ὅπλα καὶ τὸν ἐπιστά[την τὸ]ν̣ τῶν̣ ἐφήβω̣ν̣
τοῖς ἐκ φιλολογίας γραμματικόν, δι’ [ὧν μὲν] τ̣ὸ σῶμα βουλόμε-
75 νος ἄοκνο[ν] τυγχάνειν, δι’ ὧν δὲ τ[ὰς ψυχ]ὰς πρὸς ἀρετὴν καὶ
πάθος ἀνθρώπινον προάγεσθαι· παρ[ατιθεὶς] δὲ καὶ λουτρὸν
δωρεὰν δι’ ἐνιαυτοῦ τοῖς τε ἐφήβο[ις καὶ π]αιδευταῖς καὶ τοῖς
συνλουομένοις μετὰ τῶν ἐφήβων νέοι[ς, ἐν δ]ὲ ταῖς ἑορταῖς
καὶ τοῖς πολείταις πᾶσιν καὶ παροίκοις [καὶ κα]τοίκοις καὶ ξένοις
80 καὶ Ῥωμαίοις· διαλαβὼν δὲ δεῖν μηδε[μίαν] ἅμιλλαν σωματι-
[κ]ὴ̣[ν εἴ]ρ̣γ̣[ειν ․c.4․]ισαι[․c.5․] δὲ [․․․․․․c.17․․․․․․․]
[․․․c.11․․․․ ἀ]νέθηκεν δι’ ἐνιαυτοῦ κα̣[ὶ ἁμίλλης]
[ἀγώνων δίπτ]υχα τῶν τε σωματικῶν πάντων κ̣[αὶ τ]ῶν
[μουσικῶν μαθη]μάτων· βουληθεὶς δὲ τήν τε γυμνασιαρ-
85 [χίαν αὐτοῦ κ]αὶ τὴν πόλιν ἐπίσημον παρὰ τοῖς εἰς
[αὐτὴν ἐπιδημοῦ]σιν φαίνεσθαι ξένοις, μετέδωκεν μὲν
[ἐν τῷ βαλ]αν[ή]ῳ τοῦ περὶ τὸ ἄλειμμα φιλανθρώπου
[τοῖς εἰ]ς τὴν πανήγυριν παραγενομένοις πᾶσιν,
[ἐκοινοποι]ήσατο δὲ καὶ τὴν ἐπὶ τοῦ βαλανείου θέσιν
90 [τοῦ τε ἐ]λ̣α[ίου] καὶ ἐπαλείμματος ἐπὶ πάσας τὰς τῆς πανηγύρε-
[ως ἡμ]έρας, ἀγῶνα τε σκιλλομαχίας καὶ γυμνικὸν ἐν εἵμασι̣
[τιθεὶς] τοῖς τε ἐφήβοις καὶ τοῖς νέοις ἔδωκεν μὲν vacat
XXV.93 [ἑκάστωι τῶ]ν νικησάντων τὴν πυγμ[ὴ]ν̣ χρυσοῦν τα[ι]-
[νίον καὶ τὰ τ]ῆς πόλεως ἐσεμνοποίη[σ]εν ἔθιμα, τάγμα
95 [δὲ καὶ τῶι ἐφή]βωι σκιλλομαχίας ἔθηκε μόσχον· προ-
[θυμότ]ε̣ρον δὲ ἕκαστον ἐπὶ τὴν τοῦ σώματος θε-
[ραπ]είαν καταντᾶν εἰς τὸ γυμνάσιον βουληθεὶς ἔκαυ-
σε̣ μὲν τὸ καπνιστήριον διὰ τοῦ χειμῶνος ὅλου
δ[ι’] ἡμέρα<ς,> μετέδωκε δ’ αὐτοῦ καὶ τ̣[ο]ῖς κωλυομένοις
100 ὑπ̣[ὸ] τ̣ῆ̣ς νομικῆς μετέχειν προθεσμί[α]<ς>, ἐπιδόσιμον δὲ καὶ
κ․․5․․α̣ν̣ γ̣υ̣μ̣․․6․․․, τὴν δ̣ὲ̣ [θε]ρ̣[απεία]ν̣ ὑποστησάμε-
[νος ․․․․․․․․․․․․c.29․․․․․․․․․․․․․]ν· ἐπεὶ δ[ὲ ․․7-8․․․]
[․․․․․․․․․․․c.26․․․․․․․․․․․]χίαν τὸ κατηφ̣ὲ̣ς̣ τ̣[․c.3․]
[․c.6․․ σ]κ̣υ̣θ̣ρω̣[π]ὸν [․․c.7․․] ἆ̣ραι τῆς διαγαγο[ύσης]
105 [․c.6․․]τ̣α̣ς̣ ν̣[․c.5․ ἐν τῆι τ]ῶν Παναθηναίων ἑορ[τῆι]
[ἀναλαβὼν τὴν] ἐπιστασίαν, [ἵν’ ἀ]εὶ τιμήσῃ <τὴν> τῆς πόλεως [ἡ]-
μ̣ῶν προσ[τάτιδ]α θε̣ό<ν,> ἐπόμ̣πευσε μὲν κατὰ τὰ εἰθισ-
[μέ]να [μ]ετὰ τῶν [βο?]ηγῶν, π[αρ]έσστησεν δὲ ὑπὲρ τῆς
πόλεως βοϊ[κ]ὴν θυσίαν· ἔθη[κε]ν δὲ καλλιοπλίας τοῖς ἐ-
110 φήβοις ἆθλον· διένειμεν [δὲ τ]ὰ ἀπὸ τῆς ἱερουργίας ταῖς
τε συναρχίαις καὶ βουλευταῖς κα[ὶ τ]οῖς τὸν μακρὸν τροχάσασιν
δρόμον κ[αὶ] τοῖς περὶ τὸν τό[π]ον̣ π̣α̣[ι]δευταῖς καὶ δημοσίοις· κατὰ [π]άν-
τα δὲ βουλόμενος στοιχεῖν τ[ῇ] πρὸς τὸν δῆμον φιλαγαθίᾳ
καὶ τὸ γυμνάσιον ἐκόσμησε, ἀναθ[ε]ὶς ἑρμᾶς δύο πρὸ τῆς ἐφηβικῆ[ς]
115 ἐξέ[δρας, κ]α̣ὶ οἷς ὁ τόπος ἀνεῖται [θεοῖ]ς, τούτων ἀφειδρύματα προ-
[․․․․․․․․․․․․․․․․․․․․․c.47․․․․․․․․․․․․․․․․․․․․․․]ι̣ν το
[․․․․․․․․․․․․․․․․․․․․․c.47․․․․․․․․․․․․․․․․․․․․․․] γ̣ενό-
[μεν ․․․․․․․․․․․․․․․․․․․․c.44․․․․․․․․․․․․․․․․․․․․]λε πε-
120 [․․․․․․․․․․․․․․․․․․․․․c.46․․․․․․․․․․․․․․․․․․․․․ κ]αὶ ἔθη-
[κεν ․․․․․․․․․․․․․․․․․․․․c.44․․․․․․․․․․․․․․․․․․․․]ς μετέ-
[δωκεν? ․․․․․․․․․․․․․․․․․c.39․․․․․․․․․․․․․․․․․․ δωρ]εὰν καὶ
[․․․․․․․․․․․․․․․․․․․․․c.47․․․․․․․․․․․․․․․․․․․․․․]σι
[․․․․․․․․․․․․․․․․․․․․․c.47․․․․․․․․․․․․․․․․․․․․․․]τε
125 [․․․․․․․․․․․․․․․․․․․․․c.47․․․․․․․․․․․․․․․․․․․․․․]πα
[․․․․․․․․․․․․․․․․․․․․․c.47․․․․․․․․․․․․․․․․․․․․․․]α̣κα
[․․․․․․․․․․․․․․․․․․․․․c.47․․․․․․․․․․․․․․․․․․․․․․]ς vacat
XXVI.128 ὅπως οἱ λοιποὶ θεωροῦντες τ̣ὴ̣[ν]
τοῦ πλήθους εὔνοιαν πρὸς τοὺς
130 ἀγαθοὺς ἄνδρας ἐ[κ]τενῶς προσφέ-
ρωνται τῇ πόλει, δεδόχθαι τῇ βου̣-
λῇ καὶ τῷ δήμῳ· ἐπῃνῆσθαι μὲν Αὖ-
λον Αἰμίλιον Σέξτου Ζώσιμον
ἐπὶ τοῖς προγεγραμμένοις καὶ ἐ[σ]-
135 τεφανῶσθαι στεφάνωι χρυσέω[ι·]
τ̣ετιμῆσθαι δὲ καὶ εἰκόσιν γρ[απ]-
[τῆι τε καὶ χα]λκῆι καὶ χρυσῆι κα[ὶ]
[μαρμαρίνηι,] καὶ τὴν ἀνάθεσιν
[αὐτῶν ἐξεῖνα]ι ποιήσασθαι ἐν τῷ
140 [ἐπισημοτάτω]ι τῆς πόλεως τόπωι
[ἐπιγράψαι δ’] ἐπ’ αὐτῶν· "ὁ δῆμος
[Αὖλον Αἰμίλι]ον Σέξτου Ζώσι-
[μον γυμνασι]αρχήσαντα τῶν νέ-
[ων καλῶς κ]αὶ δικαίως καὶ φιλο-
145 [τίμως ἀρε]τῆς ἕνεκεν καὶ εὐ-
[νοίας τῆς εἰ]ς αὐτόν".
Search Help