Honorary decree of boule and demos (of Priene) for Aulus
Aemilius Zosimos; 84/01 BC; found at Priene: *IPriene 112 and p.
311 (PH, partial).
| XXII.1 | ἐπὶ στεφανηφό̣[ρ]ο̣υ Γαΐου Κεστίου Ἡλιοδώρου, |
| μηνὸς Μεταγει[τ]νιῶνος δωδεκάτηι, ἐτίμησεν | |
| ἥ τε βουλὴ καὶ ὁ δῆμος Αὖλον Αἰμίλιον Σέξτου | |
| Ζώσιμον στεφάνωι χρυσέωι καὶ εἰκόνι γραπτῆι τε | |
| 5 | καὶ χ̣α[λκῆ]ι̣ καὶ χρυ[σ]ῆι καὶ μαρμαρίνηι, γυμνασι- |
| [αρχήσαντα] τ̣ῶν ν[έ]ων καλῶς καὶ δικαίως καὶ | |
| [φιλοτίμως, ἀρετῆ]ς ἕνεκεν καὶ [εὐνοίας τῆς] | |
| [εἰς ἑαυτόν.] vacat | |
| [ἔδ]οξε τῆι βου[λῆι καὶ τῶι δ]ήμωι· Διο[σ]κουρίδης Διοσκουρίδου τοῦ [Δημέου, φύσει] | |
| 10 | [δὲ] Ἡροστράτου εἶπ̣[εν· ἐπει]δὴ Αὖλος Α̣[ἰ]μ̣ίλιος Σέξτου Ζώσιμος καλὸ[ς ὢν καὶ ἀγαθὸς ἀνὴρ] |
| [καὶ] βίον μὲν οὐκ ἀφιλότι̣[μον] ε̣ἰς δόξ[αν, κ]ρίσιν δὲ τιμῆς [ἀ]ξίαν ἁπλότη[τά τε καὶ γενναῖον ἐ]- | |
| [ζη]λ̣ωκὼς ἦθος, [κ]α̣ὶ ο̣ὐ Μ[․c.3․]ΙΣΔ̣Ι̣Τ̣[․c.6․․] τῶν ἐ[σομέ]νων? κ̣α̣ὶ̣? [․․․․․․․․c.20․․․․․․․․] | |
| ἀγαθή[ν,] ἐν οὐδενὶ δὲ τὴν ἰδίαν ἀπιροκάλω̣[ς διώκων ἀπόλαυ]σιν συνιδὼν δ’ ὅτι μόνη μεγίστους | |
| ἀποδίδωσιν ἡ ἀρετὴι καρποὺς καὶ χάριτας π[αρὰ ξένοις κ]α̣ὶ ἀστοῖς τὸ καλὸν ἐν τιμῇ θεμένοις, | |
| 15 | ἐθησαύρισεν ἑαυτῶι παρὰ μὲν τῶν ζώντων ἔ[παινον, παρ]ὰ̣ δὲ τῶν ἐπεσομένων μνήμην· εὐνόως |
| γὰρ ἡμῶν τῇ πόλει προσενεχθεὶς καὶ γενόμεν[ος δόγμ]α̣τι πολείτης οὐκ ἄκαρπον τὴν τῆς τιμῆς | |
| δέδειχεν ἀμοιβήν, στέρξας μὲν τὴν πόλιν ὡ[ς πατρί]δα, γνησίου δὲ παρεχόμενος πολίτου κηδεμονίαν | |
| ὡς ἂν τῆς μὲν εἰς ἕνα χάριτος μέχρι τοῦ κατὰ τὸν [παθό]ντα φυλασσομένης χρόνου, τῆς δ’ εἰς πλῆ- | |
| θος εὐποΐας αἰωνίωι παραδιδομένης φήμῃ· μ̣άρτυρα δὲ τούτων τὴν ἐν τοῖς ὑφ’ αὐτοῦ γεινομένοις | |
| 20 | παρέχεται πίστιν· γραμματεὺς μὲν γὰρ χειροτονηθεὶς τῆς βουλῆς καὶ τοῦ δήμου ἐπὶ στεφανη- |
| φόρου Δημέου μηνὸς Βοηδρομιῶνος διὰ τὸ τὸν μὲν προκεχειροτονημένον ἐν ἀρχαιρεσίαις | |
| γραμματέα μεταλλάξαι, μηδένα δὲ τὴν χρείαν ὑπομένειν ἐκ τοῦ καιροῦ διὰ τὸ τῆς λειτουργίας βάρος, | |
| XXIII.23 | ἠσφαλίσατο μὲν τόν τ[ε ἴδιον ἑκάστου καὶ τὸν] τῆς πόλ[ε]- |
| ως βίον, διπλῆν καὶ ἐν δ[ερματίνοις τὴν τῶν γρα]μμάτων | |
| 25 | ποιησάμενος ἀναγραφ[ήν, τῆς δ’ εἰς ταῦτα δα]πάνης οὐκ ἐ̣- |
| [φ]ί̣σ̣ατο χάριν τοῦ κατα[σφαλισθῆναι βεβαίως τ]ὴν τοῦ δή- | |
| μου πίστιν, ἑαυτὸν ἐν [․․․․․․․c.19․․․․․․․․] μέλλον- | |
| τος τοῦ τῶν νέων συγ[χυθῆναι γυμνασίου διὰ τ]ὸ μηδέ- | |
| να βούλεσθαι τῆι τῆς [πόλεως ὑποστῆναι χρεί]ᾳ ταῖς ὑ- | |
| πηρεσίαις οὔσῃ βαρείᾳ, [ἐπὶ ․․․․․c.15․․․․․․] στεφ[α]- | |
| 30 | [νηφό]ρου γυμνασίαρχο[ς ἀποδειχθεὶς τῶν νέων [․c.4․]ο[․c.2․] |
| [․․․․․․․․․․․c.27․․․․․․․․․․․․]η̣ς̣ νο[․․․c.11․․․․] | |
| [․․․․․․․․c.21․․․․․․․․․]ον καὶ κόσμου τόπον οὐ μισ- | |
| [․․․․․․․․․․․c.27․․․․․․․․․․․․]ον, ἐπανγειλάμενος δὲ | |
| [․․․․․․․․c.20․․․․․․․․]μο[․c.1․]εν [δα]πάνας ἀνεδέξατο πολύ | |
| 35 | [․․․․․․․․c.20․․․․․․․․ ἀπροφ]α̣σ̣ι̣σ̣[μ]έ̣ν̣ω̣ς καὶ̣ ἠκ̣ολ[ού]θησεν ο- |
| [․․․․․․․․․․․․c.29․․․․․․․․․․․․․]αι χρεῶ̣[ν? ἡ] π̣ατρ̣ὶ̣ς̣ ὑπηρετη- | |
| [․․․․․․․․․․․․․․․․․c.39․․․․․․․․․․․․․․․․․․] ἐπ[οίει] | |
| [․․․․․․․․․․․․c.29․․․․․․․․․․․․․]ο̣[․․․c.11․․․․]ποιη- | |
| [․․․․․․․․․․․․c.29․․․․․․․․․․․․․]Τ[․c.1․]Α[․c.1․]Λ[․c.1․]μα τοῖς ἐκ [․c.4․] | |
| 40 | [․․․․․․․․․․․․․․․c.34․․․․․․․․․․․․․․․]τ̣έ̣ρ̣ων, ἀλλὰ |
| [․․․․․․․․․․․․․․․c.35․․․․․․․․․․․․․․․․]ει ἐπ’ Ἀρισ- | |
| [․․․․․․․․․․․․․․․․c.36․․․․․․․․․․․․․․․․] εἰς τὴν κοι- | |
| [νὴν ․․․․․․․․․․․․․․․c.34․․․․․․․․․․․․․․․] τὴν ἀρχὴν | |
| [․․․․․․․․․․․․․․c.33․․․․․․․․․․․․․․․ τ]όν τε νομισθέν- | |
| 45 | [τα ․․․․․․․․․․․․․c.30․․․․․․․․․․․․․]εν τὸ γυμνάσιον, |
| XXIV.57 | [συ]λλογισάμενος δὲ τὸ πρὸς ὥραν [τεθ]ησόμενον |
| [ἄ]λ̣ειμμα τῆς τε ἰδίας οὐκ ἄξιον ἔσεσ[θ]αι κρίσεως καὶ | |
| πολλοὺς διακλείσειν τῆς φιλανθρωπίας, τοῦτο μὲν | |
| 60 | ἀπεδοκίμασεν, ἔθηκεν δὲ τὸ ἄλειμμα ἀπὸ ἀνατολῆς ἡλί- |
| ου δι’ ἡμέρας μέχρι πρώτης τῆς νυκτὸς ὥρας, ἐν μὲν | |
| ταῖς ἀγοραίοις καὶ πατρίοις ἑορταῖς ἠρωματισμένον | |
| [τιθε]ὶ̣ς ἔ̣λ̣α̣ιον ἔν τε τῷ γυμνασίῳ καὶ βαλανήῳ καὶ ἐπάλειμ- | |
| [μα· διὸ καὶ συνέ]βαινεν μηδένα μὲν ὑστερεῖν τῆς φιλοδο- | |
| 65 | [ξίας, ․․․c.9․․․]σ̣θαι [δὲ π]ρὸς τὴ[ν τ]ούτων κ̣[οινων]ίαν |
| [․․․c.10․․․]․όμενον [τὴν μ]ετουσία[ν —] | |
| τοι̣ς πανλυσιτελὲς καὶ κέρδος π̣[—] | |
| βίον [․c.5․] εἰς ἀνανκαῖον οὐδὲν [—] | |
| μος τῆς ἑαυ[τ]ο[ῦ] προθέσεως ὡράθ[η ․c.5․ κ]αὶ διετησίο[υ] | |
| 70 | [․․․․14-15․․․․․]ν̣ καὶ [τ]ὸν ἀγαθ[—] |
| [․․c.7․․]α̣λ̣[․c.2․] τ̣οῦτον οὐκ ὀλίων̣ [—] | |
| κ̣ι̣ν̣ τε καὶ κώρυκον καὶ κρίκους ε̣ἰς κρε̣?[—] | |
| ἔτι δὲ σφαίρας καὶ ὅπλα καὶ τὸν ἐπιστά[την τὸ]ν̣ τῶν̣ ἐφήβω̣ν̣ | |
| τοῖς ἐκ φιλολογίας γραμματικόν, δι’ [ὧν μὲν] τ̣ὸ σῶμα βουλόμε- | |
| 75 | νος ἄοκνο[ν] τυγχάνειν, δι’ ὧν δὲ τ[ὰς ψυχ]ὰς πρὸς ἀρετὴν καὶ |
| πάθος ἀνθρώπινον προάγεσθαι· παρ[ατιθεὶς] δὲ καὶ λουτρὸν | |
| δωρεὰν δι’ ἐνιαυτοῦ τοῖς τε ἐφήβο[ις καὶ π]αιδευταῖς καὶ τοῖς | |
| συνλουομένοις μετὰ τῶν ἐφήβων νέοι[ς, ἐν δ]ὲ ταῖς ἑορταῖς | |
| καὶ τοῖς πολείταις πᾶσιν καὶ παροίκοις [καὶ κα]τοίκοις καὶ ξένοις | |
| 80 | καὶ Ῥωμαίοις· διαλαβὼν δὲ δεῖν μηδε[μίαν] ἅμιλλαν σωματι- |
| [κ]ὴ̣[ν εἴ]ρ̣γ̣[ειν ․c.4․]ισαι[․c.5․] δὲ [․․․․․․c.17․․․․․․․] | |
| [․․․c.11․․․․ ἀ]νέθηκεν δι’ ἐνιαυτοῦ κα̣[ὶ ἁμίλλης] | |
| [ἀγώνων δίπτ]υχα τῶν τε σωματικῶν πάντων κ̣[αὶ τ]ῶν | |
| [μουσικῶν μαθη]μάτων· βουληθεὶς δὲ τήν τε γυμνασιαρ- | |
| 85 | [χίαν αὐτοῦ κ]αὶ τὴν πόλιν ἐπίσημον παρὰ τοῖς εἰς |
| [αὐτὴν ἐπιδημοῦ]σιν φαίνεσθαι ξένοις, μετέδωκεν μὲν | |
| [ἐν τῷ βαλ]αν[ή]ῳ τοῦ περὶ τὸ ἄλειμμα φιλανθρώπου | |
| [τοῖς εἰ]ς τὴν πανήγυριν παραγενομένοις πᾶσιν, | |
| [ἐκοινοποι]ήσατο δὲ καὶ τὴν ἐπὶ τοῦ βαλανείου θέσιν | |
| 90 | [τοῦ τε ἐ]λ̣α[ίου] καὶ ἐπαλείμματος ἐπὶ πάσας τὰς τῆς πανηγύρε- |
| [ως ἡμ]έρας, ἀγῶνα τε σκιλλομαχίας καὶ γυμνικὸν ἐν εἵμασι̣ | |
| [τιθεὶς] τοῖς τε ἐφήβοις καὶ τοῖς νέοις ἔδωκεν μὲν vacat | |
| XXV.93 | [ἑκάστωι τῶ]ν νικησάντων τὴν πυγμ[ὴ]ν̣ χρυσοῦν τα[ι]- |
| [νίον καὶ τὰ τ]ῆς πόλεως ἐσεμνοποίη[σ]εν ἔθιμα, τάγμα | |
| 95 | [δὲ καὶ τῶι ἐφή]βωι σκιλλομαχίας ἔθηκε μόσχον· προ- |
| [θυμότ]ε̣ρον δὲ ἕκαστον ἐπὶ τὴν τοῦ σώματος θε- | |
| [ραπ]είαν καταντᾶν εἰς τὸ γυμνάσιον βουληθεὶς ἔκαυ- | |
| σε̣ μὲν τὸ καπνιστήριον διὰ τοῦ χειμῶνος ὅλου | |
| δ[ι’] ἡμέρα<ς,> μετέδωκε δ’ αὐτοῦ καὶ τ̣[ο]ῖς κωλυομένοις | |
| 100 | ὑπ̣[ὸ] τ̣ῆ̣ς νομικῆς μετέχειν προθεσμί[α]<ς>, ἐπιδόσιμον δὲ καὶ |
| κ․․5․․α̣ν̣ γ̣υ̣μ̣․․6․․․, τὴν δ̣ὲ̣ [θε]ρ̣[απεία]ν̣ ὑποστησάμε- | |
| [νος ․․․․․․․․․․․․c.29․․․․․․․․․․․․․]ν· ἐπεὶ δ[ὲ ․․7-8․․․] | |
| [․․․․․․․․․․․c.26․․․․․․․․․․․]χίαν τὸ κατηφ̣ὲ̣ς̣ τ̣[․c.3․] | |
| [․c.6․․ σ]κ̣υ̣θ̣ρω̣[π]ὸν [․․c.7․․] ἆ̣ραι τῆς διαγαγο[ύσης] | |
| 105 | [․c.6․․]τ̣α̣ς̣ ν̣[․c.5․ ἐν τῆι τ]ῶν Παναθηναίων ἑορ[τῆι] |
| [ἀναλαβὼν τὴν] ἐπιστασίαν, [ἵν’ ἀ]εὶ τιμήσῃ <τὴν> τῆς πόλεως [ἡ]- | |
| μ̣ῶν προσ[τάτιδ]α θε̣ό<ν,> ἐπόμ̣πευσε μὲν κατὰ τὰ εἰθισ- | |
| [μέ]να [μ]ετὰ τῶν [βο?]ηγῶν, π[αρ]έσστησεν δὲ ὑπὲρ τῆς | |
| πόλεως βοϊ[κ]ὴν θυσίαν· ἔθη[κε]ν δὲ καλλιοπλίας τοῖς ἐ- | |
| 110 | φήβοις ἆθλον· διένειμεν [δὲ τ]ὰ ἀπὸ τῆς ἱερουργίας ταῖς |
| τε συναρχίαις καὶ βουλευταῖς κα[ὶ τ]οῖς τὸν μακρὸν τροχάσασιν | |
| δρόμον κ[αὶ] τοῖς περὶ τὸν τό[π]ον̣ π̣α̣[ι]δευταῖς καὶ δημοσίοις· κατὰ [π]άν- | |
| τα δὲ βουλόμενος στοιχεῖν τ[ῇ] πρὸς τὸν δῆμον φιλαγαθίᾳ | |
| καὶ τὸ γυμνάσιον ἐκόσμησε, ἀναθ[ε]ὶς ἑρμᾶς δύο πρὸ τῆς ἐφηβικῆ[ς] | |
| 115 | ἐξέ[δρας, κ]α̣ὶ οἷς ὁ τόπος ἀνεῖται [θεοῖ]ς, τούτων ἀφειδρύματα προ- |
| [․․․․․․․․․․․․․․․․․․․․․c.47․․․․․․․․․․․․․․․․․․․․․․]ι̣ν το | |
| [․․․․․․․․․․․․․․․․․․․․․c.47․․․․․․․․․․․․․․․․․․․․․․] γ̣ενό- | |
| [μεν ․․․․․․․․․․․․․․․․․․․․c.44․․․․․․․․․․․․․․․․․․․․]λε πε- | |
| 120 | [․․․․․․․․․․․․․․․․․․․․․c.46․․․․․․․․․․․․․․․․․․․․․ κ]αὶ ἔθη- |
| [κεν ․․․․․․․․․․․․․․․․․․․․c.44․․․․․․․․․․․․․․․․․․․․]ς μετέ- | |
| [δωκεν? ․․․․․․․․․․․․․․․․․c.39․․․․․․․․․․․․․․․․․․ δωρ]εὰν καὶ | |
| [․․․․․․․․․․․․․․․․․․․․․c.47․․․․․․․․․․․․․․․․․․․․․․]σι | |
| [․․․․․․․․․․․․․․․․․․․․․c.47․․․․․․․․․․․․․․․․․․․․․․]τε | |
| 125 | [․․․․․․․․․․․․․․․․․․․․․c.47․․․․․․․․․․․․․․․․․․․․․․]πα |
| [․․․․․․․․․․․․․․․․․․․․․c.47․․․․․․․․․․․․․․․․․․․․․․]α̣κα | |
| [․․․․․․․․․․․․․․․․․․․․․c.47․․․․․․․․․․․․․․․․․․․․․․]ς vacat | |
| XXVI.128 | ὅπως οἱ λοιποὶ θεωροῦντες τ̣ὴ̣[ν] |
| τοῦ πλήθους εὔνοιαν πρὸς τοὺς | |
| 130 | ἀγαθοὺς ἄνδρας ἐ[κ]τενῶς προσφέ- |
| ρωνται τῇ πόλει, δεδόχθαι τῇ βου̣- | |
| λῇ καὶ τῷ δήμῳ· ἐπῃνῆσθαι μὲν Αὖ- | |
| λον Αἰμίλιον Σέξτου Ζώσιμον | |
| ἐπὶ τοῖς προγεγραμμένοις καὶ ἐ[σ]- | |
| 135 | τεφανῶσθαι στεφάνωι χρυσέω[ι·] |
| τ̣ετιμῆσθαι δὲ καὶ εἰκόσιν γρ[απ]- | |
| [τῆι τε καὶ χα]λκῆι καὶ χρυσῆι κα[ὶ] | |
| [μαρμαρίνηι,] καὶ τὴν ἀνάθεσιν | |
| [αὐτῶν ἐξεῖνα]ι ποιήσασθαι ἐν τῷ | |
| 140 | [ἐπισημοτάτω]ι τῆς πόλεως τόπωι |
| [ἐπιγράψαι δ’] ἐπ’ αὐτῶν· "ὁ δῆμος | |
| [Αὖλον Αἰμίλι]ον Σέξτου Ζώσι- | |
| [μον γυμνασι]αρχήσαντα τῶν νέ- | |
| [ων καλῶς κ]αὶ δικαίως καὶ φιλο- | |
| 145 | [τίμως ἀρε]τῆς ἕνεκεν καὶ εὐ- |
| [νοίας τῆς εἰ]ς αὐτόν". |