Honorary decree of Phokaia for Priene; c. 190 BC; found at
Priene: *IPriene 64.
1 | [․․c.8․․․]ν̣ ἐπιγνῶι πολ̣ιτ[— οἵτινες — ἀφικό]μενοι |
[εἰς Πριήν]ην καὶ ἀναδόντες [τόν τε στέφανον καὶ τὸ ψήφισμα καὶ ἐπελθό]ντες ἐπὶ | |
τὴ[μ β]ουλὴν καὶ τὸν δῆ[μ]ον ΛΕ̣[․c.2․]ΛΙ․Ο[․․․․․․․․․․c.25․․․․․․․․․․․]Λ̣ιαν̣ εὐχαριστή- | |
σαντες ἐπὶ τοῖς πεπραγμένοις ὑπ’ αὐ[τῶν καὶ ἐπὶ τοῖς ἄλλοις εὐερ]γετήμασιν καὶ περὶ | |
5 | τῆς εὐνοίας ἐμφανίσαντες ἧς ἔχομε[ν πρὸς αὐτοὺς παρακαλ]έ̣σου[σ]ιν καὶ ἀξιώσουσιν |
τὸν δῆμον τὸμ Πριηνέων καὶ εἰς τὸ λοιπ[ὸν τὴ]ν αὐτὴ̣[ν αἵρεσι]ν ἔχοντας συντηρεῖν τὴν | |
πρὸς Φωκαιεῖς εὔνοιαν καὶ ἀεί τινος αἴτι[ο]ν ἀγαθοῦ γίνεσθαι τῶι δήμωι, εἰδότα ὅτι | |
ὁ δῆμος ὁ Φωκαέων ἀποδώσει χάριτ[α]ς ἀξίας αὐτῶι τῶν εὐεργετημάτων, ἐψηφίσ- | |
θαι δὲ ἐπὶ σωτηρίαι τῆς πόλεως καὶ τῶ[μ] πολιτῶν· καὶ ἂν ταῦτα δόξηι, ἀ[ν]αγράψαι | |
10 | τὸ ψήφισμα τοὺς ἐξεταστὰς εἰς τὸ δημόσιον. παρέ̣δωκαν οἱ πρυτάνεις οἵ τε ἐκ τοῦ μηνὸς |
τοῦ Μαιμακτῆρος καὶ τοῦ Ἀρτεμισιῶνος καὶ Ἡραιῶνος ψήφους εἰσενηνεγμένας τὰς ἐκ τοῦ | |
νόμου. πρεσβευταὶ ᾑρέθησαν Νικί̣ω̣ν Δημητρίου, Εὐελθίδης Ἀρχεδήμου. |