Honorary decree of demos of Parion for Priene and foreign judge Poseidonios Herodou of Priene; c. 200 BC; found at Priene: *IPriene 63, ll. 1-34 and p. 310; **Wilhelm, WS 29, 1907, 7-8 (l. 25); **Robert, RA 24, 1926, 179-180 (ll. 13-7, 19); **Robert, BCH 52, 1928, 163, note 3 (ll. 29-30); SEG 4, 481; IParion 1.  
[ ] IPri 63.1-34 + p. 310
See also:
1 [— ἐπειδὴ ὁ δῆμος ὁ Πριηνέων εὔνους][ν] κα̣ὶ [φί]λος [δ]ιετέλε̣σ[εν πρὸς τὸν]
[δῆμον διαφυλάσσων πάντα τ]ὰ̣ φιλάν̣θρωπα̣ τὰ ὑπάρχοντα π[ρ]ὸς τὸ[ν δῆμον]
[τὸν Παριανῶν, καὶ νῦν πᾶσα]ν σπουδὴν καὶ φιλοτιμίαν παρασχόμενος δ[ικα]σ̣τ[ὴν]
[ἀπέστειλεν Ποσειδώνιον] Ἡρώιδου, ὃς παραγενόμ[ε]νος ἐδίκασεν τὰς δ[ίκας] κ[α]-
5 [λῶς καὶ δικαίως καὶ συμφερ]όντως. τύχη̣ι ἀγαθῆ̣ι δεδόχ[θ]αι τῶι δήμ[ωι· ἐπαινέ]-
[σαι μὲν τὸν δῆμον τὸμ Πρ]ιηνέων καὶ στεφα̣νῶσα̣ι χρυσ[ῶ]ι στε[φ][νωι τῶι ἐκ]
[τοῦ νόμου? καὶ ἀναγορεῦσ]αι, ὅτι ὁ δῆμος στεφανοῖ τὸν δῆ[μ]ον τ[ὸ]μ Πριηνέ[ων,]
[διότι ἀπέστειλεν ἡμῖν ἄ]νδρα καλὸν καὶ ἀγαθόν· τῆς δὲ ἀναγγ[ε]λ̣ίας [ἐ]πιμ[ε]-
[ληθῆναι ․․․․c.13․․․․․]· ἐπαινέσαι δὲ καὶ τὸν δικαστὴγ ΧΑΙ[․․․c.10․․․]
10 [— καὶ στεφανῶσαι χρυ]σῶι στεφάνωι, ἀναγγέλλο[ν]τας, ὅτι [ὁ δῆμος στεφα]-
[νοῖ τὸν δικαστὴν τὸν ἐκ Πρ]ιήνης Ποσειδώνιον, Ἡρώιδου [κ]αλῶ[ς] κ[α][δικαίως καὶ]
[συμφερόντως δικάσαντ]α̣ τὰ̣[ς δ]ίκας, τῆς δὲ ἀναγγελίας ἐπιμελ[η]θ[ῆναι τὸν]
[ἀγωνοθέτην· ἑλέσθαι δὲ καὶ πρ]εσβευτήν, ὅστις ἀφικόμε̣[ν]ο[ς] ε̣ἰ[ς Π]ρ̣ιήν[ην τό τε ψήφισ]-
[μα ἀποδώσει καὶ τὴν τοῦ δήμο]υ εὔνοιαν ἀναγγελεῖ, ἣν ἔχων τυγχάνει π̣[ρὸς τὸν δῆ]-
15 [μον τὸμ Πριηνέων, καὶ παρακαλέ]σει Πριηνεῖς ἀνα̣γγεῖλαι τὸν [στ]έ̣φ̣α̣ν̣ον το[ῦ δήμου]
[καὶ παρ’ αὐτοῖς ἐν τῶι θεάτ]ρωι ἐν τῶι ἀγῶνι τῶν Διονυσίω[ν] ὅτ[α]ν [ἡ πόλις πρῶτον]
[συντελῆι τοὺς χορούς, ὅτι ὁ] δῆμος ὁ Παριανῶν στεφανοῖ χρυ[σ]ῶι στ[ε]φάνωι [τὸν δῆ]-
[μον τὸμ Πριηνέων, διότι καλὸν] καὶ ἀγαθὸν δικαστὴ̣ν ἀπέστειλεν ΛΓΙΓ․ΛΕΛ̣․․,
[καὶ τὸν τοῦ δικαστοῦ, ὅτι ὁ δ]ῆμος ὁ Παριανῶν στεφανοῖ στεφάνω[ι] χρυ[σῶ]ι Πο[σει]-
20 [δώνιον Ἡρώιδου καλῶς καὶ δι]καίως καὶ συμφερόντως δικάσαντα τὰς δίκας·
[ὅπως δὲ πᾶσι φανερὸν ἦι ὅτι ὁ δῆ]μος πάντας τοὺς καλῶς καὶ δικαίως δ̣[ικάσαντας]
[ἄνδρας τιμᾶν ἐπίσταται κα]τ’ ἀξίαν, τοὺς ἐξεταστὰ̣ς̣ το[ὺ]ς μετὰ̣ [Φ]ιλοδ̣ώ[ρου]
[περὶ τῆς πολιτείας αὐτοῦ κ]ατὰ τὸν νόμον προγράψασθαι, ὅπως δοθῆι τῶι [δι]-
[KASTH=I POLITEI/A KAI\ PROC]ENI/A AU)TW=I KAI\ E)KGO/NOIS KAI\ A)TE/LEIA KAI\ E)/GKTHSI[S]
25 [γῆς καὶ οἰκίας καὶ ἄφιξι]ς? κατὰ γῆν καὶ κατὰ θάλασσαν ἀσυλεὶ καὶ ἀσπον[δεὶ]
[καὶ προεδρία ἐν τοῖς ἀγῶσ]ι καὶ ἔφοδος ἐπὶ τὴμ βουλὴγ καὶ τόν δῆμον π[ρώ]-
[τωι μετὰ τὰ ἱερά· ὅπως δὲ κ]α̣ὶ τὸ ψήφισμα τόδε ἀναγραφῆι εἰς στήληγ καὶ τε[θ][ι]
[ἐν τῶι —,] ἐπιμεληθῆναι τοὺς ἐξεταστάς· ἀξιοῦν δ̣ὲ τ[ὸ]μ [πρ]ε[σ]-
[βευτὴν τὸν ἀποδειχθησόμε]νον εἰς Πριήνην καὶ Πριηνεῖς ὅπως [τ]ὰ ἐψη[φι]σμ[ένα]
30 [ὑπὸ τοῦ δήμου ἀναγραφῆι ε]ἰς στήλην καὶ ἀνατεθῆι εἰς τὸν τόπον ὃν ἂν̣ ὁ δ[ῆ]-
[μος ὁ Πριηνέων ἀποδείξ]ηι· τὸ δὲ ἀνάλωμα τὸ ἐσόμενον εἰς τα̣ῦτα̣ δοῦ[ναι]
[τὸν ἐπὶ τῆς διοικήσεως· δ]οῦναι δὲ αὐτῶι καὶ τὸ εἰς τὰ ἱερὰ καὶ τὸν στέφανον τ[ό]-
[τε ․․․c.9․․․ τὸ εἰς τὴν τἀνδρὸ]ς ἀποστολὴν ὅσον ὁ δῆμος ἔταξεν. ᾑρέθησαν Φαι̣-
[—]ος Θεοχάριος [—]
Search Help
Contact Us