Honorary decree of boule and demos of Magnesia Mai. for
Priene and foreign judges Diagoras Protarchou and others of
Priene; III(?); found at Priene: *IPriene 61, ll. 1-31 and p.
310; **Holleaux, BCH 31, 1907, 384 (ll. 13-4, 24, 25, 26).
1 | [παρὰ Μα]γνήτων. ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι, Πε[․c.5․] |
[․․c.8․․․]μου εἶπεν· ἐπειδὴ τοῦ δήμου ψήφισμ[ά] τ̣ε καὶ ἐπι[στ]ο- | |
[λὴν ἀπο]στείλαντος πρὸς τὸν δῆμον τὸν Πριηνέων Διομέδ[οντά] | |
[τε Διονυ]σί[ου] ὑπὲρ αἰτήσεως δικαστηρίου, Πριηνεῖς διατηροῦ[ν]τ[ες] | |
5 | [τὴν οἰκειότ]ητα καὶ τὴμ φιλίαν τὴν ὑπάρχουσαν ταῖς πόλεσι πρὸς ἀ̣λλ[ή]- |
[λας ἐκ π]αλαιῶν χρόνων ἀπέστειλαμ πρὸς ἡμᾶς δικαστὰς καλοὺς | |
[κἀγαθ]ο̣ύς, καθότι ἠξιώσα[μ]εν, [Δια]γόραμ Πρωτάρχου, Μενοίτηγ Κ[ρά]- | |
[τωνος, ο]ἳ παραγενόμενοι τὰς μὲν διέκριναν τῶν δικῶν ὀρθῶς κ[αὶ] | |
[δικαίως] ἀπὸ παντὸς τοῦ βελτίστου, τὰς δὲ διέλυσαν ἴσους [αὑτοὺς] | |
10 | [παρασχ]όμενοι τοῖς διαφερομένοις, ἔσπευσαν δὲ καὶ τοὺς δ[ιαφερο]- |
[μένους ἀπ]ο̣καταστῆσαι εἰς ὁμόνοιαν, ἐποιήσαντο δὲ καὶ τὴν ἀ[ναστρο]- | |
[φὴν τὴμ] παρ’ ἡμῖν μετὰ πάσης εὐκοσμίας καὶ ὁσιότητος· ὅ[πως] | |
[οὖν καὶ] ὁ δῆμος φαίνηται τοὺς καλοὺς καὶ ἀγαθοὺς τῶν ἀνδρῶν τ[ιμῶν] | |
κα[ὶ] ἀξίας χάριτας ἀποδιδοὺς τοῖς εὐεργετοῦσιν αὐτόν, δεδόχθ[αι] | |
15 | τῶ[ι] δή̣μωι, ἐπῃνῆσθαι μὲν τὸν δῆμον τὸμ Πριηνέων ἐπὶ τῶ[ι] ἀπο[σ]- |
[τ]εῖλα̣ι πρὸς ἡμᾶς δικαστὰς καλοὺς καὶ ἀγαθούς, καὶ στεφανῶσαι [α]ὐτὸ[ν] | |
[ἐν τῶι θε]άτρωι τοῖς πρώτ̣[ο]ις Διονυσίοις χρυσέωι στεφάνωι· ἐπῃνῆσθα[ι] | |
[δὲ καὶ τ]οὺς δικαστὰς Διαγόραμ Πρωτάρχου, Μενοίτηγ Κράτωνος [καὶ] | |
[στεφα]νῶσαι αὐτοὺς ἐν τῶι θεάτρωι τοῖς πρώτοις Διονυσίοις χρυσ[έωι] | |
20 | [στεφάν]ωι· τῆς δὲ ἀναγγελίας τοῦ στεφάνου τοὺς ἀγωνοθέτ[α]ς [τῶν] Δ̣ι̣[ο]- |
[νυσί]ων ἐπιμέλειαμ ποιήσασθαι· στεφανῶσαι δὲ καὶ τὸγ γραμματ[έα αὐ]- | |
τῶν Ἀνα̣ξίλα̣μ Πρωταγόρου θαλλοῦ στεφάνωι τοῖς πρώτοις Διονυ[σί]- | |
ο[ι]ς̣· ἵνα̣ δὲ καὶ ὁ δῆμος ὁ Πριηνέων εἰδήσῃ τὴν εὔνοιαγ | |
καὶ τὴν αἵρεσιν, ἣν [ἔ]χ[ο]- | |
25 | [μεν] πρὸς αὐτούς, αἱρεθῆναι ἄνδρα, ὅστις ἀφικόμενος εἰς Πριήνην καὶ [ἐπελ]- |
θὼν ἐπί τε τὴν βουλὴγ καὶ τὸν δῆμον τό τε ψήφισμα ἀποδώσει καὶ πα[ρακαλέ]- | |
[σει καὶ εἰ]ς [τὸ] λο[ιπὸν] τὴν αὐτὴν αἵρεσιν ἔχειν, διαφυλάσσοντα τὴν ὁ[μ]ό- | |
[νοιαν καὶ τὴν φιλ]ίαν τὴν ὑπάρχουσαν ταῖς πόλεσι πρὸς ἀλλ[ή]λα̣ς· ἀξιούτω δὲ | |
[καὶ τοὺ]ς Πριηνεῖς καὶ παρ’ αὑτοῖς ποιήσασθαι τὴν ἀναγγελίαν τῶν στεφάνων· [ἀνα]- | |
[γράψαι] δὲ τὸ φήφισμα εἰς στήλην λιθίνην καὶ στῆσαι τὴν στή<λη>ν ἐν τῶι ἐπι[σημοτά]- | |
30 | [τωι] τόπωι· λελύσθαι δὲ καὶ εἴ τι ψήφισμα ἐναντίον ἐστὶν τῶιδε τῶι ψηφίσ[ματι] |
[κατ’ αὐ]τὸ τοῦτο καθ’ ὅ ἐστιν ἐναντίον. ᾑρέθη Διομέδων Διονυσίου. |