Honorary decree of [Ko]lophon for (no name), envoys from Priene; III; found at Priene: *IPriene 57 and p. 310; **Holleaux, BCH 31, 1907, 384 (l. 16); **Wilhelm, NB VI 6-7, 77 (ll. 8-10, 20-1); SEG 4, 479; **Robert, REA 65, 1963, 307 (l. 21).  
[ ] IPri 57 + p. 310
See also:
1 [— Ἀρτ]έμωνα [—]
[τὴ]μ πόλιγ κα̣[ὶ στεφαν]ῶσαι ἕκαστον αὐ̣[τῶν]
[χρυσῶι στεφάνωι] ἀρε[τῆς] ἕνεκε καὶ εὐνοίας τῆς εἰς τὸν δῆμον, τῆς δὲ ἀναγγελ̣[ίας]
[τῶν στεφάνων τὴ]ν ἐπιμέλειαμ ποιήσασθαι τοῖς μὲν Διονυσίοις τὸμ πρύτανιν ἐν τῶι ἀ̣[γῶ]-
5 [νι ․c.6․․ ὅταν] ἡ πόλις πρῶτον τοὺς χοροὺς συντελῆι τῶι θεῶι, τοῖς δὲ Κλαρίοις τοῖ[ς]
[μεγάλοις καὶ τοῖς] Τονείοις τοὺς ἀγωνοθέτ̣ας ἐν τῶι ἀγῶνι τῶι γυμνικῶι· ἀναγράψαι δ[ὲ]
[καὶ τὸ ψήφισμα εἰς] στήλην λιθίνηγ καὶ ἀναθεῖναι εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ Κλαρ̣ίο[υ,]
[τὰ δ’ ἔργα τῆς κατασκε]υῆς τῆς στήλης καὶ τῆς ἀναγραφῆς τοῦ ψηφίσματος μισθωσά[τω ὁ οἰ]-
[κονόμος — καὶ] τοῖς μισθωσαμένοις δότω τὰς δόσεις ἀπὸ τῶν εἰς τὴν διοίκησιν·]
10 [συγγραφὴν δὲ τῶν] ἔργων ὁ ἀρχιτέκτωγ γραψάτω· ἵνα δὲ καὶ τῆς τῶν πρεσβευτῶν τ̣[ι]-
[μῆς καὶ παρὰ ἀμφοτ]έραις ταῖς πόλεσιν ὑπόμνημα ὑπάρχηι καὶ Πριηνεῖς εἰδ̣ήσωσι τὴν
[προαίρεσιν ἣν εἶ]χον εἰς τὸν δῆμον, αἱρεθῆναι πρέσβεις δύο μετὰ τὴγ κύρωσιν τοῦδ[ε]
[τοῦ ψηφίσματος, τ]οὺς δὲ ἀποδειχθέντας ἀφικομένους εἰς Πριήνηγ καὶ κατασταθέντα[ς]
[πρός τε τοὺς ἄρχοντ]ας καὶ τὸν δῆμον τό τε ψήφισμα ἀποδοῦναι καὶ ἐμφανίσαντας τήν
15 [τε ἀρετὴν τῶμ πρεσ]βευτῶν καὶ τὴν ἄλλην φιλοτιμίαν, ἣν ἐποιήσαντο περὶ ὧν ἀπεστά-
[λησαν, παρακαλεῖ]μ Πριηνεῖς ψηφίσασθαι, ἵνα ἥ τε ἀναγγελία τοῦ στεφάνου καὶ παρ’ αὐ-
[τοῖς γένηται ἐν τ]ῶι θεάτρωι καὶ ἀναγραφῆι τὸ ψήφισμα τόδε εἰς στήλην λιθίνηγ καὶ σταθῆ[ι]
[ἐν τῶι ἱερῶι τῆς Ἀ]θηνᾶς Πολιάδος ἐν τῶι ἐπιφανεστάτωι τόπωι, ὅπως φανερὸμ πᾶσι[ν]
[ἦι, ὅτι ὁ δῆμος ὁ Κο]λοφωνίων τοὺς καλοὺς καὶ ἀγαθοὺς τῶν ἀνδρῶν ἐπίσταται τιμᾶν ἀξίω[ς]
20 [τῶν εἰς αὐτὸν εὐε]ργεσιῶν. διεψηφίσθη ἐν τῶι δήμωι κατὰ τὸν νόμον καὶ ἐδόθη ψηφι-
[σαμένων χιλίων] εἴκοσι τριῶν. πρεσβευταί· Ἰππόνικος Ἀθηναγόρου, Τύρων Διονυσίο[υ.]
Search Help
Contact Us