Honorary decree of [Ko]lophon for (no name), envoys from
Priene; III; found at Priene: *IPriene 57 and p. 310; **Holleaux,
BCH 31, 1907, 384 (l. 16); **Wilhelm, NB VI 6-7, 77 (ll. 8-10,
20-1); SEG 4, 479; **Robert, REA 65, 1963, 307 (l. 21).
1 | [— Ἀρτ]έμωνα [—] |
[τὴ]μ πόλιγ κα̣[ὶ στεφαν]ῶσαι ἕκαστον αὐ̣[τῶν] | |
[χρυσῶι στεφάνωι] ἀρε[τῆς] ἕνεκε καὶ εὐνοίας τῆς εἰς τὸν δῆμον, τῆς δὲ ἀναγγελ̣[ίας] | |
[τῶν στεφάνων τὴ]ν ἐπιμέλειαμ ποιήσασθαι τοῖς μὲν Διονυσίοις τὸμ πρύτανιν ἐν τῶι ἀ̣[γῶ]- | |
5 | [νι ․c.6․․ ὅταν] ἡ πόλις πρῶτον τοὺς χοροὺς συντελῆι τῶι θεῶι, τοῖς δὲ Κλαρίοις τοῖ[ς] |
[μεγάλοις καὶ τοῖς] Τονείοις τοὺς ἀγωνοθέτ̣ας ἐν τῶι ἀγῶνι τῶι γυμνικῶι· ἀναγράψαι δ[ὲ] | |
[καὶ τὸ ψήφισμα εἰς] στήλην λιθίνηγ καὶ ἀναθεῖναι εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ Κλαρ̣ίο[υ,] | |
[τὰ δ’ ἔργα τῆς κατασκε]υῆς τῆς στήλης καὶ τῆς ἀναγραφῆς τοῦ ψηφίσματος μισθωσά[τω ὁ οἰ]- | |
[κονόμος — καὶ] τοῖς μισθωσαμένοις δότω τὰς δόσεις ἀπὸ τῶν εἰς τὴν διοίκησιν·] | |
10 | [συγγραφὴν δὲ τῶν] ἔργων ὁ ἀρχιτέκτωγ γραψάτω· ἵνα δὲ καὶ τῆς τῶν πρεσβευτῶν τ̣[ι]- |
[μῆς καὶ παρὰ ἀμφοτ]έραις ταῖς πόλεσιν ὑπόμνημα ὑπάρχηι καὶ Πριηνεῖς εἰδ̣ήσωσι τὴν | |
[προαίρεσιν ἣν εἶ]χον εἰς τὸν δῆμον, αἱρεθῆναι πρέσβεις δύο μετὰ τὴγ κύρωσιν τοῦδ[ε] | |
[τοῦ ψηφίσματος, τ]οὺς δὲ ἀποδειχθέντας ἀφικομένους εἰς Πριήνηγ καὶ κατασταθέντα[ς] | |
[πρός τε τοὺς ἄρχοντ]ας καὶ τὸν δῆμον τό τε ψήφισμα ἀποδοῦναι καὶ ἐμφανίσαντας τήν | |
15 | [τε ἀρετὴν τῶμ πρεσ]βευτῶν καὶ τὴν ἄλλην φιλοτιμίαν, ἣν ἐποιήσαντο περὶ ὧν ἀπεστά- |
[λησαν, παρακαλεῖ]μ Πριηνεῖς ψηφίσασθαι, ἵνα ἥ τε ἀναγγελία τοῦ στεφάνου καὶ παρ’ αὐ- | |
[τοῖς γένηται ἐν τ]ῶι θεάτρωι καὶ ἀναγραφῆι τὸ ψήφισμα τόδε εἰς στήλην λιθίνηγ καὶ σταθῆ[ι] | |
[ἐν τῶι ἱερῶι τῆς Ἀ]θηνᾶς Πολιάδος ἐν τῶι ἐπιφανεστάτωι τόπωι, ὅπως φανερὸμ πᾶσι[ν] | |
[ἦι, ὅτι ὁ δῆμος ὁ Κο]λοφωνίων τοὺς καλοὺς καὶ ἀγαθοὺς τῶν ἀνδρῶν ἐπίσταται τιμᾶν ἀξίω[ς] | |
20 | [τῶν εἰς αὐτὸν εὐε]ργεσιῶν. διεψηφίσθη ἐν τῶι δήμωι κατὰ τὸν νόμον καὶ ἐδόθη ψηφι- |
[σαμένων χιλίων] εἴκοσι τριῶν. πρεσβευταί· Ἰππόνικος Ἀθηναγόρου, Τύρων Διονυσίο[υ.] |