Honorary decree of boule and demos of Iasos for Priene,
foreign judge Herokrates Andriou of Priene, and his grammateus;
II; found at Priene: GIBM 420, ll. 1-37; *IPriene 53I; IIasos 73,
ll. 1-37.
1 | τὸ παρὰ Ἰασέων. ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι, πρυτάνεων γνώμη· περὶ ὧν |
ἐπῆλθον Πρωτέας Ἑρμίου καὶ Ἑκαταῖος Ποσειδίππου, ἵνα ἡ βουλὴ καὶ ὁ | |
δῆμος βουλεύσηται, τίσιν δεῖ τιμαῖς τιμηθῆναι τὸν δῆμον τὸν Πριη- | |
νέων καὶ τὸν παραγενόμενον πρὸς ἡμᾶς δικαστὴν Ἡροκράτην Ἀνδρίου | |
5 | [κ]αὶ τὸν γραμματέα, Ἡγέπολιν Ἡγίου, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δή- |
μωι· ἐπειδὴ ὁ δῆμος ὁ Πριηνέων ἔν τε τοῖς πρότερον χρόνοις εὔνους ὢν | |
καὶ φίλος διετέλει καὶ νῦν ἀξιωσάντων ἡμῶν ἀποστεῖλαι δικαστὴν | |
ἀπέστειλεν ἄνδρα καλὸν καὶ ἀγαθὸν Ἡροκράτην Ἀνδρίου, ὃς παρα- | |
γενόμενος τὰς μὲν συνέλυσε τῶν δικῶν οὐθὲν ἐλλείπων προθυμίας, | |
10 | ἀλλὰ πᾶσαν σπουδὴν ποιούμενος, ἵνα συλλυθέντες οἱ ἀντίδικοι τὰ |
πρὸς αὑτοὺς μεθ’ ὁμονοίας πολιτεύωνται, τὰς δὲ διέκρινεν δικαίως, τήν | |
τε ἄλλην ἐνδημίαν ἐποιήσατο ἀπὸ παντὸς τοῦ βελτίστου ἀξίως ἀμ- | |
φοτέρων τῶν πόλεων, ἵνα οὖν καὶ ὁ δῆμος φαίνηται χάριν ἀποδιδοὺς | |
τοῖς εὐεργετοῦσιν αὐτὸν καὶ οἱ λοιποὶ οἱ παραγινόμενοι δικάζειν εἰς | |
15 | τὴν πόλιν ζητῶσιν ἀξίως ἐπαίνου καὶ τιμῶν ποιεῖσθαι τὰς κρίσεις, εἰ- |
δότες ὅτι ὁ δῆμος τοὺς καλοὺς καὶ ἀγαθοὺς τῶν ἀνδρῶν ἐπαινεῖ τε | |
καὶ τιμᾶι, ἐπῃνῆσθαι τὸν δῆμον τὸν Πριηνέων ἀρετῆς ἕνεκεν καὶ εὐνοίας | |
ἧς ἔχει εἰς τὴν πόλιν καὶ στεφανῶσαι χρυσῶι στεφάνωι ἀπὸ πλήθους τοῦ | |
ἐκ τοῦ νόμου, ὅτι αἰτησαμένων ἡμῶν δικαστὴν ἀπέστειλεν ἄνδρα κα- | |
20 | λὸν καὶ ἀγαθὸν ἐπὶ τὰς κρίσεις, ἐπῃνῆσθαι δὲ καὶ τὸν ἀποσταλέντα δικασ- |
τὴν Ἡροκράτην Ἀνδρίου ἀρετῆς ἕνεκεν καὶ καλοκἀγαθίας ἐπὶ τῶι προσ- | |
στῆναι τῶν τε κρίσεων καὶ τῶν συλλύσεων ἴσως καὶ δικαίως, ἐπαινέ- | |
σαι δὲ καὶ τὸν συνεξαποσταλέντα μετ’ αὐτοῦ γραμματέα Ἡγέπολιν | |
Ἡγίου ἐπὶ τῶι τὴν καθ’ αὑτὸν χρείαν διωικηκέναι ἐπιμελῶς καὶ εὐτά- | |
25 | κτως καὶ τὴν ἐνδημίαν πεποιῆσθαι μετὰ πάσης εὐταξίας, καὶ στεφανῶ- |
σαι τὸμ μὲν δικαστὴν χρυσῶι στεφάνωι ἀπὸ πλήθους τοῦ ἐκ τοῦ νόμου, | |
τὸν δὲ γραμματέα θαλλοῦ στεφάνωι· εἶναι δὲ αὐτοὺς καὶ προξένους τῆς | |
πόλεως, περὶ πολιτείας δὲ αὐτοῖς τε καὶ τοῖς ἐκγόνοις αὐτῶν προγράψ[ασ]- | |
θαι τοὺς προστάτας ἐν τοῖς ἐννόμοις χρόνο<ι>ς, εἶναι δὲ αὐτοῖς καὶ ἔφοδον ἐπ[ὶ] | |
30 | τὴν βουλὴν καὶ τὴν ἐκκλησίαν πρώτοις μετὰ τὰ ἱερά· ἑλέσθαι δὲ καὶ πρεσ- |
βευτάς, οἵτινες παραγενόμενοι εἰς Πριήνην τό τε ψήφισμα ἀποδώσουσιν | |
καὶ παρακαλέσουσιν αὐτοὺς τὴν αὐτὴν αἵρεσιν ἔχειν πρὸς τὸν δῆμον, | |
[ἀξ]ι̣ώσουσιν δὲ καί, ἵνα οἱ στέφανοι ἀναγγελθῶσιν ἐν τῶι θεάτρωι τοῖς πρώ- | |
[τοις Διον]υσίοις καὶ τὸ ψήφισμα ἀναγραφῇ ἐν ἱερῶι, ὧι ἂν αὐτοῖς φαίνηται, ἵνα | |
35 | [πᾶσι φανερ]ὸν ἦι διότι ὁ δῆμος ὁ Ἰασέων καὶ τὰς πόλεις καὶ τοὺς ἄνδρας τοὺ[ς] |
[ἀγαθοὺς τιμᾶι· ἀ]ναγράψαι δὲ τὸ ψήφισμα καὶ παρ’ ἡμῖν ἐν τῶ<ι> ἱερῶι τῆς Ἀρτέ- | |
[μιδος. πρεσβευταὶ ἡιρέ]θησαν Ἑκαταῖος Ποσειδίππου, Μενέξενος Κυδίου. |