Decree of Hellenes in Asia adopting suggestion of Paulus Fabius Maximus, proconsul (of Asia), to move beginning of year to Augustus’s birthday and honoring Paulus Fabius Maximus; c. 9 BC; found at Priene, other copies at Apameia and Eumeneia: Mommsen & Wilamowitz, MDAI(A) 24, 1899, 275-293; OGIS 458II; IPriene 105, ll. 30-77 and p. 310; Deissmann, Licht vom Osten4, 313-7 (PH, partial); Buckler, CR 41, 1927, 119-121; SEG 4, 490; Jones, CR 5, 1955, 244-5; SEG 15, 815; Laffi, SCO 16, 1967, 22-3, no. 6; *Sherk 65D, ll. 30-77.  
[ ] Sherk 65D:30-77
See also:
30 ἔδοξεν τοῖς ἐπὶ τῆς Ἀσίας
Ἕλλησιν, γνώμῃ τοῦ ἀρχιερέως Ἀπολλωνίου τοῦ Μηνοφίλου Ἀζανίτου·
ἐπε[ιδὴ ἡ θείως] διατάξασα τὸν βίον ἡμῶν πρόνοια σπουδὴν εἰσεν[ενκα]-
[μ]ένη καὶ φιλοτιμίαν τὸ τεληότατον τῶι βίωι διεκόσμη[σεν ἀγαθὸν]
ἐνενκαμένη τὸν Σεβαστόν, ὃν εἰς εὐεργεσίαν ἀνθρώ[πων] ἐπλή-
35 ρωσεν ἀρετῆς, <ὥ>σπερ ἡμεῖν καὶ τοῖς μεθ’ ἡ[μᾶς σωτῆρα χαρισαμένη]
τὸν παύσαντα μὲν πόλεμον, κοσμήσοντα [δὲ εἰρήνην, ἐπιφανεὶς δὲ]
ὁ Καῖσαρ τὰς ἐλπίδας τῶν προλαβόντων [εὐανγέλια πάντων ὑπερ]-
έθηκεν, οὐ μόνον τοὺς πρὸ αὐτοῦ γεγονότ[ας εὐεργέτας ὑπερβα-
λόμενος, ἀλλ’ οὐδ’ ἐν τοῖς ἐσομένοις ἐλπίδ ὑπολιπὼν ὑπερβολῆς,]
40 ἤρξεν δὲ τῶι κόσμωι τῶν δι’ αὐτὸν εὐανγελί[ων ἡ γενέθλιος ἡμέ]ρα
τοῦ θεοῦ, τῆς δὲ Ἀσίας ἐψηφισμένης ἐν Σμύρνῃ [ἐπὶ ἀνθυ]π̣άτου
Λευκίου Οὐολκακίου Τύλλου, γραμματεύοντος Παπ[ίωνος Διοσιεριτοῦ]
τῶι μεγίστας γ’ εἰς τὸν θεὸν καθευρόντι τειμὰς εἶναι στέφανον,
Παῦλλος Φάβιος Μάξιμος ὁ ἀνθύπατος τῆς ἐπαρχήας εὐεργέτης
45 ἀπὸ τῆς ἐκείνου δεξιᾶς καὶ [γ]νώμης ἀπεσταλμένος ξὺν τοῖς ἄλλοις
οἷς εὐεργέτησεν τὴν ἐπαρχήαν, ὧν εὐεργεσιῶν τὰ μεγέθη λόγος
εἰπεῖν οὐδεὶς ἂν ἐφίκοιτο, καὶ τὸ μέχρι νῦν ἀγνοηθὲν ὑπὸ τῶν Ἑλλή-
νων εἰς τὴν τοῦ Σεβαστοῦ τειμὴν εὕρετο, τὸ ἀπὸ τῆς ἐκείνου γενέ-
σεως ἄρχειν τῷ βίῳ τὸν χρόνον· διὸ τύχῃ ἀγαθῇ καὶ ἐπὶ σωτηρίᾳ δεδό-
50 χθαι τοῖς ἐπὶ τῆς Ἀσίας Ἕλλησι, ἄρχειν τὴν νέαν νουμηνίαν πάσα[ις]
ταῖς πόλεσιν τῇ πρὸ ἐννέα καλανδῶν Ὀκτωβρίων, ἥτις ἐστὶν γενέ-
θλιος ἡμέρα τοῦ Σεβαστοῦ. ὅπως δὲ ἀεὶ ἡ {τε} ἡμέρα
στοιχῇ καθ’ ἑκάσ-
την πόλιν, συνχρηματίζειν τῇ Ῥωμαϊκῇ καὶ τὴν Ἑλληνικὴν ἡμέραν.
55 ἄγεσθαι δὲ τὸν πρῶτον μῆνα Καίσαρα, καθὰ καὶ προεψήφισται, ἀρχόμε-
νον ἀπὸ πρὸ ἐννέα μὲν καλανδῶν Ὀκτωβρίων, γενεθλίου δὲ ἡμέρας
Καίσαρος, τὸν δὲ ἐψηφισμένον στέφανον τῷ τὰς μεγίστας εὑρόντι
τειμὰς ὑπὲρ Καίσαρος δεδόσθαι Μαξίμωι τῶι ἀνθυπάτωι, ὃν καὶ ἀεὶ
ἀναγορεύεσθαι ἐν τῷ γυμ[νι]κῷ ἀγῶνι τῶι ἐν Περγάμωι τῶν Ῥω[μα]ίων
Σεβαστῶν, ὅτι στεφανοῖ [ἡ Ἀσ]ία Παῦλον Φάβιον Μάξιμον εὐ[σεβ][σ]-
60 τατα παρευρόντα τὰς εἰς Καίσαρα τειμάς. ὡσαύτως δὲ ἀνα[γορεύ]εσ-
θαι καὶ ἐν τοῖς ἀγομένοις κατὰ πόλιν ἀγῶσιν τῶν Καισαρήων.
ἀναγραφῆναι δὲ τὸ δελτογράφημα τοῦ ἀνθυπάτου καὶ τὸ ψήφισμα τῆς
Ἀσίας ἐν στήλῃ λευκολίθωι, ἣν καὶ τεθῆναι ἐν τῶι τῆς Ῥώμης καὶ τοῦ
Σεβαστοῦ τεμένει. προνοῆσαι δὲ καὶ τοὺς καθ’ ἕτος ἐκδίκους ὅπως
65 ἐν ταῖς ἀφηγουμέναις τῶν διοικήσεων πόλεσιν ἐν στήλαις λευ-
κολίθοις ἐνχαραχθῇ τό τε δελτογράφημα τοῦ Μαξίμου καὶ τὸ τῆς Ἀσίας
ψήφισμα, αὗταί τε αἱ στῆλαι τεθῶσιν ἐν τοῖς Καισαρήοις. ἀχθήσονται
οἱ μῆνες κατὰ τάδε. Καῖσαρ ἡμερῶν λαʹ, Ἀπελλαῖος ἡμερῶν λʹ,
Αὐδναῖος ἡμερῶν λαʹ, Περίτιος ἡμερῶν λαʹ, Δύστρος κηʹ, Ξανδικός λαʹ,
70 Ἀρτεμισιὼν ἡμερῶν λʹ, Δαίσιος λαʹ, Πάνημος λʹ, Λῶος λαʹ, Γορπιαῖος λαʹ,
Ὑπερβερεταῖος λʹ· ὁμοῦ ἡμέραι τξεʹ. ἐφ’ ἕτος δὲ διὰ τὴν ἰντερκαλάριον
ὁ Ξανδικὸς ἀχθήσεται ἡμερῶν λβʹ. ἵνα δὲ ἀπὸ τοῦ νῦν στοιχήσωσιν οἱ
μῆνες καὶ αἱ ἡμέραι, ὁ μὲν νῦν ἐνεστὼς Περίτιος μὴν ἀχθήσεται μέχρι τῆς
ιδʹ, τῇ δὲ πρὸ ἐννέα καλανδῶν Φεβρουαρίων ἄξομεν νουμηνίαν μηνὸς
75 Δύστρου, καὶ καθ’ ἕκαστον μῆνα ἀρχὴ{ι} ἔσται τῆς νουμηνίας ἡ πρὸ ἐννέα
καλανδῶν. ἡ δὲ ἐνβόλιμος ἡμέρα ἔσται πάντοτε τῶν ἰντερκαλαρίων κα-
λανδῶν τοῦ Ξανδικοῦ μηνός, δύο ἐτῶν μέσων γεινομένων.
Search Help
Contact Us