Decree of Hellenes in Asia adopting suggestion of Paulus
Fabius Maximus, proconsul (of Asia), to move beginning of year to
Augustus’s birthday and honoring Paulus Fabius Maximus; c. 9 BC;
found at Priene, other copies at Apameia and Eumeneia: Mommsen &
Wilamowitz, MDAI(A) 24, 1899, 275-293; OGIS 458II; IPriene 105,
ll. 30-77 and p. 310; Deissmann, Licht vom Osten4, 313-7 (PH,
partial); Buckler, CR 41, 1927, 119-121; SEG 4, 490; Jones, CR 5,
1955, 244-5; SEG 15, 815; Laffi, SCO 16, 1967, 22-3, no. 6;
*Sherk 65D, ll. 30-77.
| 30 | ἔδοξεν τοῖς ἐπὶ τῆς Ἀσίας |
| Ἕλλησιν, γνώμῃ τοῦ ἀρχιερέως Ἀπολλωνίου τοῦ Μηνοφίλου Ἀζανίτου· | |
| ἐπε[ιδὴ ἡ θείως] διατάξασα τὸν βίον ἡμῶν πρόνοια σπουδὴν εἰσεν[ενκα]- | |
| [μ]ένη καὶ φιλοτιμίαν τὸ τεληότατον τῶι βίωι διεκόσμη[σεν ἀγαθὸν] | |
| ἐνενκαμένη τὸν Σεβαστόν, ὃν εἰς εὐεργεσίαν ἀνθρώ[πων] ἐπλή- | |
| 35 | ρωσεν ἀρετῆς, <ὥ>σπερ ἡμεῖν καὶ τοῖς μεθ’ ἡ[μᾶς σωτῆρα χαρισαμένη] |
| τὸν παύσαντα μὲν πόλεμον, κοσμήσοντα [δὲ εἰρήνην, ἐπιφανεὶς δὲ] | |
| ὁ Καῖσαρ τὰς ἐλπίδας τῶν προλαβόντων [εὐανγέλια πάντων ὑπερ]- | |
| έθηκεν, οὐ μόνον τοὺς πρὸ αὐτοῦ γεγονότ[ας εὐεργέτας ὑπερβα- | |
| λόμενος, ἀλλ’ οὐδ’ ἐν τοῖς ἐσομένοις ἐλπίδ[α ὑπολιπὼν ὑπερβολῆς,] | |
| 40 | ἤρξεν δὲ τῶι κόσμωι τῶν δι’ αὐτὸν εὐανγελί[ων ἡ γενέθλιος ἡμέ]ρα |
| τοῦ θεοῦ, τῆς δὲ Ἀσίας ἐψηφισμένης ἐν Σμύρνῃ [ἐπὶ ἀνθυ]π̣άτου | |
| Λευκίου Οὐολκακίου Τύλλου, γραμματεύοντος Παπ[ίωνος Διοσιεριτοῦ] | |
| τῶι μεγίστας γ’ εἰς τὸν θεὸν καθευρόντι τειμὰς εἶναι στέφανον, | |
| Παῦλλος Φάβιος Μάξιμος ὁ ἀνθύπατος τῆς ἐπαρχήας εὐεργέτης | |
| 45 | ἀπὸ τῆς ἐκείνου δεξιᾶς καὶ [γ]νώμης ἀπεσταλμένος ξὺν τοῖς ἄλλοις |
| οἷς εὐεργέτησεν τὴν ἐπαρχήαν, ὧν εὐεργεσιῶν τὰ μεγέθη λόγος | |
| εἰπεῖν οὐδεὶς ἂν ἐφίκοιτο, καὶ τὸ μέχρι νῦν ἀγνοηθὲν ὑπὸ τῶν Ἑλλή- | |
| νων εἰς τὴν τοῦ Σεβαστοῦ τειμὴν εὕρετο, τὸ ἀπὸ τῆς ἐκείνου γενέ- | |
| σεως ἄρχειν τῷ βίῳ τὸν χρόνον· διὸ τύχῃ ἀγαθῇ καὶ ἐπὶ σωτηρίᾳ δεδό- | |
| 50 | χθαι τοῖς ἐπὶ τῆς Ἀσίας Ἕλλησι, ἄρχειν τὴν νέαν νουμηνίαν πάσα[ις] |
| ταῖς πόλεσιν τῇ πρὸ ἐννέα καλανδῶν Ὀκτωβρίων, ἥτις ἐστὶν γενέ- | |
| θλιος ἡμέρα τοῦ Σεβαστοῦ. ὅπως δὲ ἀεὶ ἡ {τε} ἡμέρα | |
| στοιχῇ καθ’ ἑκάσ- | |
| την πόλιν, συνχρηματίζειν τῇ Ῥωμαϊκῇ καὶ τὴν Ἑλληνικὴν ἡμέραν. | |
| 55 | ἄγεσθαι δὲ τὸν πρῶτον μῆνα Καίσαρα, καθὰ καὶ προεψήφισται, ἀρχόμε- |
| νον ἀπὸ πρὸ ἐννέα μὲν καλανδῶν Ὀκτωβρίων, γενεθλίου δὲ ἡμέρας | |
| Καίσαρος, τὸν δὲ ἐψηφισμένον στέφανον τῷ τὰς μεγίστας εὑρόντι | |
| τειμὰς ὑπὲρ Καίσαρος δεδόσθαι Μαξίμωι τῶι ἀνθυπάτωι, ὃν καὶ ἀεὶ | |
| ἀναγορεύεσθαι ἐν τῷ γυμ[νι]κῷ ἀγῶνι τῶι ἐν Περγάμωι τῶν Ῥω[μα]ίων | |
| Σεβαστῶν, ὅτι στεφανοῖ [ἡ Ἀσ]ία Παῦλον Φάβιον Μάξιμον εὐ[σεβ]έ[σ]- | |
| 60 | τατα παρευρόντα τὰς εἰς Καίσαρα τειμάς. ὡσαύτως δὲ ἀνα[γορεύ]εσ- |
| θαι καὶ ἐν τοῖς ἀγομένοις κατὰ πόλιν ἀγῶσιν τῶν Καισαρήων. | |
| ἀναγραφῆναι δὲ τὸ δελτογράφημα τοῦ ἀνθυπάτου καὶ τὸ ψήφισμα τῆς | |
| Ἀσίας ἐν στήλῃ λευκολίθωι, ἣν καὶ τεθῆναι ἐν τῶι τῆς Ῥώμης καὶ τοῦ | |
| Σεβαστοῦ τεμένει. προνοῆσαι δὲ καὶ τοὺς καθ’ ἕτος ἐκδίκους ὅπως | |
| 65 | ἐν ταῖς ἀφηγουμέναις τῶν διοικήσεων πόλεσιν ἐν στήλαις λευ- |
| κολίθοις ἐνχαραχθῇ τό τε δελτογράφημα τοῦ Μαξίμου καὶ τὸ τῆς Ἀσίας | |
| ψήφισμα, αὗταί τε αἱ στῆλαι τεθῶσιν ἐν τοῖς Καισαρήοις. ἀχθήσονται | |
| οἱ μῆνες κατὰ τάδε. Καῖσαρ ἡμερῶν λαʹ, Ἀπελλαῖος ἡμερῶν λʹ, | |
| Αὐδναῖος ἡμερῶν λαʹ, Περίτιος ἡμερῶν λαʹ, Δύστρος κηʹ, Ξανδικός λαʹ, | |
| 70 | Ἀρτεμισιὼν ἡμερῶν λʹ, Δαίσιος λαʹ, Πάνημος λʹ, Λῶος λαʹ, Γορπιαῖος λαʹ, |
| Ὑπερβερεταῖος λʹ· ὁμοῦ ἡμέραι τξεʹ. ἐφ’ ἕτος δὲ διὰ τὴν ἰντερκαλάριον | |
| ὁ Ξανδικὸς ἀχθήσεται ἡμερῶν λβʹ. ἵνα δὲ ἀπὸ τοῦ νῦν στοιχήσωσιν οἱ | |
| μῆνες καὶ αἱ ἡμέραι, ὁ μὲν νῦν ἐνεστὼς Περίτιος μὴν ἀχθήσεται μέχρι τῆς | |
| ιδʹ, τῇ δὲ πρὸ ἐννέα καλανδῶν Φεβρουαρίων ἄξομεν νουμηνίαν μηνὸς | |
| 75 | Δύστρου, καὶ καθ’ ἕκαστον μῆνα ἀρχὴ{ι} ἔσται τῆς νουμηνίας ἡ πρὸ ἐννέα |
| καλανδῶν. ἡ δὲ ἐνβόλιμος ἡμέρα ἔσται πάντοτε τῶν ἰντερκαλαρίων κα- | |
| λανδῶν τοῦ Ξανδικοῦ μηνός, δύο ἐτῶν μέσων γεινομένων. |