Honorary decree of boule and demos of Erythrai for foreign
judge from Priene and his grammateus; no date; found at Priene:
GIBM 418; *IPriene 50 and p. 310; IErythrai 111.
a.1 | τὸν |
δῆμο- | |
ν | |
b.1 | Κλέ- |
αν- | |
δρον | |
Καλλι- | |
5 | στράτου |
φύσει δὲ Ἀ- | |
λέξι- | |
δος. | |
c.1 | Μο- |
αγέ- | |
την Παυ- | |
σανίου. | |
5 | |
1 | ἐπὶ στεφανηφόρου Δημητρίου, μηνὸς Πανήμου. |
τὸ παρὰ Ἐρυθραίων, τιμῶν, δικαστῆι Κλεάνδρωι. ἔδοξεν | |
τῆι βουλῆι καὶ τῶι δήμωι· στρατηγῶν ἐξεταστῶν πρυτάνε- | |
ων γνώμη· ἐπειδὴ ὁ ἀποσταλεὶς δικαστὴς ὑπὸ τοῦ δήμου | |
5 | τοῦ Πριηνέων Κλέανδρος Καλλιστράτου, φύσει δὲ Ἀλέξιδος, |
ἐπὶ τὴν δίκην τῆς μηνύσεως τήν τε δίκην ἐδίκασεν ἀξίως τῆς | |
τε ἑαυτοῦ πατρίδος καὶ τῆς ἡμετέρας πόλεως, ποιησάμενος | |
τὴν κρίσιν ἀπὸ τοῦ δικαίου, τήν τε ἐπιδημίαν ἐποιήσατο αὐτός τε | |
καὶ ὁ γραμματεὺς αὐτοῦ Μοαγέτης Παυσανίου ἀξίως τῆς ἐνκεχει- | |
10 | ρισμένης αὐτῶι πίστεως, ὅπως οὖν καὶ ὁ δῆμος φαίνηται μνεί- |
αν ποιούμενος τῶν καλῶν καὶ ἀγαθῶν ἀνδρῶν καὶ δικαίως κρινάν- | |
των τὴν δίκην καὶ ἀξίως τῆς ἐξαποστειλάσης αὐτοὺς πατρίδος, | |
οἵ τε μετὰ τούτους παρεσόμενοι εἰς τὴν πόλιν ἡμῶν δικασταὶ θεωροῦν- | |
τες ἀποδιδομένας τὰς καθηκούσας τιμὰς τ[οῖς] ἀγαθοῖς ἀνδράσιν προ- | |
15 | ΐστωνται καὶ αὐτοὶ τῶν δικαίων μετὰ [πά]σ̣ης̣ φιλοτιμίας, τύχηι ἀ̣γ̣α̣θῆι |
[δ]εδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπαινέσαι μὲν τὸν δῆμον τὸν | |
Πριηνέων καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνωι, ὅτι ὑπάρ- | |
χων συνγενὴς καὶ φίλος καὶ εὔνους τῶι ἡμετέρωι δήμωι καὶ | |
προαιρούμενος δι̣αφυλάσσειν τὴν πρὸς τὸ πλῆθος ἡμῶν εὔνοιαν | |
20 | [ἀπέστει]λ̣εν δικαστὴν ἄνδρα καλὸν καὶ ἀγαθὸν καὶ ἄξιον ἀμφο- |
[τέ]ρων τῶν πόλεων, ἐπαινέσαι δὲ καὶ τὸν δικαστὴν Κλέανδρον Καλ- | |
λιστράτου, φύσει δὲ Ἀλέξιδος, καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στε- | |
φάνωι ἐπαινέσαι δὲ καὶ τὸν γραμματέα αὐτοῦ Μοαγέτην Παυσανίου | |
καὶ στεφανῶσαι αὐτὸν θαλλοῦ στεφάνωι ἀρετῆς ἕνεκεν καὶ εὐνοί- | |
25 | ας [τ]ῆς εἰς τὸν δῆμον· εἶναι δὲ αὐτοὺς καὶ προξένους καὶ πολίτας |
τῆς πόλεως ἡμῶν, δεδόσθαι δὲ αὐτοῖς καὶ προεδρίαν ἐν τοῖς ἀγῶσιν | |
οἷς ἂν ἡ πόλις συντελῆι, ὑπάρχειν δὲ αὐτοῖς καὶ τὰς ἄλλας τιμὰς αἵ- | |
τινες καὶ τοῖς ἄλλοις προξένοις παρὰ τῆς πόλεως ὑπάρχουσιν, | |
δεδόσθαι δὲ ταὐτὰ καὶ τοῖς ἐκγόνοις αὐτῶν· τὰς δὲ δεδομένας | |
30 | τιμὰς τῶι δήμωι τῶι Πριηνέων καὶ τῶι δικαστῆι καὶ τῶι γραμμα- |
τεῖ κατὰ τόδε τὸ ψήφισμα ἀναγγειλάτω {δὲ} ἐν τῶι θεάτρωι ὁ | |
ἀγωνοθέτης τῶν Διονυσίων· ἀποδεῖξαι δὲ καὶ πρεσβευτὴν | |
[ὅ]στις ἀναδοὺς Πριηνεῦσιν τόδε τὸ ψήφισμα παρακαλέσει αὐ- | |
[τοὺς] ὄντας συνγενεῖς καὶ φίλους καὶ εὔνους τοῦ δήμου ἐπιμέλει- | |
35 | [αν ποιεῖσ]θαι, ὅπως αἱ δεδομέναι τιμαὶ τῶι τε δήμωι αὐτῶν καὶ τῶι |
[δικαστῆι καὶ τ]ῶι γραμματεῖ ἀναγγέλλωνται παρ’ αὐτοῖς ἐν τοῖς ἐπιφα̣- | |
[νεστάτοις ἀγ]ῶ̣σιν, ὅταν καὶ οἱ ἄλλοι στέφανοι ἀναγγέλλωνται· καὶ ἵνα | |
[ἀναγραφὲν τόδε τὸ] ψήφισμα εἰς στήλην λιθίνην ἀνατεθῇ | |
παρ’ αὐτοῖς | |
40 | [ἔν τινι τῶν ἱερῶν· τ]αῦτα δὲ εἶναι εἰς φυλακὴν τῆς πόλεως. πρεσ- |
[βευτὴς ․c.4․ Ἡρακ]λεώτου. |