Decree of prytaneis of Bargylia for Priene and foreign
judges from Priene; c. 200 BC; found at Priene: *IPriene 47 and
p. 310; IIasos 607.
I.1 | τὸν δῆ- |
μον | |
II.1 | Μητρό- |
δωρον | |
III.1 | Σῖμον |
IV.1 | Ἀγέ- |
λαον | |
πρυτάνεων γνώμη· ἐπειδὴ ὁ δῆμος ὁ Πριηνέων φίλος ὢ[ν] | |
5 | καὶ εὔνους καὶ ἰσοπολίτης τοῦ δήμου ἔν τε τοῖς ἄλλοις φι{λ}- |
λανθρώπως {²⁶φιλανθρώπως}²⁶ χρώμενος διατελεῖ παρακληθείς τε ὑπὸ τ[οῦ] | |
δήμου δικαστὰς ἀποστεῖλαι, βουλόμενος τῆι πόλει χαρί- | |
ζεσθαι, ἀπέστειλεν ἄνδρας καλοὺς καὶ ἀγαθοὺς Μητρόδ[ω]- | |
ρον Ἀριστοδήμου, Σῖμον Λαμπροκλείους, Αγέλαον Ἀγελάου, οἵτ[ι]- | |
νες τῶν δικῶν τὰς μὲν συνέλυσαν προσηκόντως, τὰς δὲ ἐδίκασαν | |
10 | δικαίως κατὰ τοὺς νόμους, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπῃ- |
νῆσθαι μὲν τὸν δῆμον τὸν Πριηνέων καὶ στεφανῶσαι αὐτὸν χρυ- | |
σῶι στεφάνωι ἀρετῆς ἕνεκεν καὶ εὐνοίας τῆς εἰς τὸν δῆμον, ἐπῃ- | |
νῆσθαι δὲ καὶ τοὺς δικαστὰς τοὺς ἀποσταλέντας ὑπ’ αὐτῶν | |
καὶ στεφανῶσαι αὐτοὺς θαλλοῦ στεφάνωι ἀρετῆς ἕνεκεν καὶ δικαιοσύ- | |
15 | νης τῆς εἰς τὸν δῆμον· τῆς δὲ ἀναγγελίας ἐπιμεληθῆναι τὸν ἀγωνοθέ- |
την, ὅπως ἀναγορευθῆι ἐν τῶι ἀγῶνι τῶι συντελουμένωι τῆι Ἀρτέ{μ}- | |
μιδι {²⁶Ἀρτέμιδι}²⁶ τῆι Κινδυάδι· εἶναι δὲ αὐτοὺς προξένους τῆς πόλεως, δεδόσθαι δὲ | |
αὐτοῖς καὶ πολιτείαν καὶ μετουσίαν πάντων ὧν καὶ Βαργυλιῆται με- | |
τέχουσιν, τὰ δὲ αὐτὰ ὑπάρχειν καὶ τοῖς ἐκγόνοις αὐτῶν· τὸν δὲ ἐπιμή- | |
20 | νιον τῶν ταμιῶν ἐγδοῦναι, ὅπως ἀναγραφῆι τὰ ὀνόματα αὐτῶν |
πατρόθεν ἐν στήληι, ἐν ἧι καὶ οἱ ἄλλοι πρόξενοι καὶ πολῖταί εἰσιν ἀ- | |
ναγεγραμμένοι· ἑλέσθαι δὲ καὶ πρεσβευτὰς δύο, οἵτινες ἀφικόμενοι | |
εἰς Πριήνην καὶ ἀποδόντες τόδε τὸ ψήφισμα παρακαλέσουσιν Πριη- | |
νεῖς καὶ εἰς τὸν λοιπὸν χρόνον τὴν αὐτὴν αἵρεσιν ἔχοντας διαφυ- | |
25 | λάσσειν τὴν ὑπάρχουσαν ἐκ παλαιῶν χρόνων φιλίαν τε καὶ εὔνοι- |
αν ταῖς πόλεσιν, καὶ νῦν δὲ ἐπιμέλειαν ποιήσασθαι, ἵνα καὶ παρ’ αὐ- | |
τοῖς τῶν στεφάνων αἱ ἀναγγελίαι γένωνται ἐν τῶι θεάτρωι τοῖς Δι- | |
ονυσίοις· παρακαλεῖν δὲ αὐτοὺς καὶ τόπον ἀποδεῖξαι, ἐν ὧι ἀνατε- | |
θήσεται ἡ στήλη, ἐν ἧι τὸ ψήφισμα ἔσται ἀναγεγραμμένον. πρεσβευ- | |
30 | ταὶ εἱρέθησαν Οὐλιάδης Ἀπολλοδότου, Παναμύης Ἀντιγένου. |