Honorary decree [of Tralles] for foreign judge (no name) of
Phokaia; 182/159 BC; found at Phokaia: Papadopoulos Kerameus,
Hell. philol. syll. en Konstant. 15, 1884, 58-60, no. 5; *Robert,
RPh 8, 1934, 279-291; ITralles 23.
[ ]
RPh 1934, 279-91
1 | [—] |
[․․․․․․c.17․․․․․․․]Σ· τύχηι ἀγαθ[ῆι· δεδόχθαι· ἐπαινέσαι] | |
[μὲν τὸμ Φωκαιέων δῆμ]ο̣ν ἐπὶ τῆι εὐνοίαι κ̣α[ὶ τῆι προαι]- | |
[ρέσει ἣν ἔχει πρὸς τὸ]ν δῆμον τὸν ἡμέτε[ρον] καὶ ἐ[πὶ τῶι] | |
5 | [․c.5․ ἐπιμεληθῆναι] τοῦ ἐξαποσταλῆναι ἄνδρας ἀ[γαθοὺς] |
[καὶ δικαίους πρὸς ἡμᾶς] καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφ[ά]- | |
[νωι· ἐπαινέσαι δὲ καὶ τὸ]ν̣ δικαστὴν καὶ τὸν γραμματέα κ̣[α]λο- | |
[κἀγαθίας ἕνεκεν καὶ δικ]α̣ιοσύνης ἧς ἔσχοσαν περὶ τὰς δίκας· | |
[στεφανῶσαι δὲ τὸν μὲ]ν δικαστὴν χρυσῶι στεφάνωι, τὸν δ̣[ὲ] | |
10 | [γραμματέα θαλλοῦ στ]εφάνωι· ἵνα δὲ καὶ ἡ ἀναγγελία τῶν̣ |
[στεφάνων γένηται πα]ρ’ ἡμῖν ἐν τοῖς μουσικοῖς ἀγῶσιν τοῖς | |
[συντελουμένοις ὑπὸ το]ῦ δήμου Βασιλεῖ Εὐμένει Σωτῆρι ἐπι̣- | |
[μέλειαν ποιησάσθω ὁ γ]ραμματεὺς τοῦ δήμου μετὰ στεφα- | |
[νηφόρον ․․c.8․․․ ἐμ Φ]ωκαίαι δὲ ποιησάσθωσαν τὴν ἀναγγελ̣[ί]- | |
15 | [αν ἐν τῶι ἐχομένωι ἔτ]ει· ὑπάρχειν δὲ τῶι δικαστῆι καὶ τῶι γραμματ̣[εῖ] |
[προεδρίαν ἐν τοῖς ἀγῶσι πᾶ]σιν καὶ ἔφοδον ἐπὶ τὴν βουλὴν καὶ τὸν δῆμο[ν] | |
[πρώτοις μεθ’ ἱερὰ· εἶναι] δὲ αὐτοὺς καὶ τοὺς ἐκγόνους αὐτῶν προξέ- | |
[νους καὶ εὐεργέτας· εἶναι] δὲ αὐτοῖς καὶ ἔγκτησιν παρ’ ἡμῖν καὶ ἀτελεί- | |
[ας τὰς ἐκ τοῦ νόμου?· ἵ]ν̣α δὲ φανερὰ γένηται ἔκ τε τοῦ δήμου τοῦ | |
20 | [ἡμετέρου εὐχαριστία] καὶ ἡ τῶν ἐξαποσταλέντων ἀνδρῶν ὑπὸ |
[Φωκαιέων ἀρετή, ἑλέσθ]αι πρεσβευτὴν ὅστις παραγενόμενος εἰ̣ς̣ | |
[Φωκαίαν τό τε ψήφισμα] ἀποδώσει καὶ ἐπαινέσει τὸμ Φωκαέων [δ]ῆ̣- | |
[μον ἐπὶ τῆι εὐνοίαι τῆι π]ρὸς ἡμᾶς καὶ ἐπὶ τῶι ἐξαποστεῖλαι [πρὸς] | |
[ἡμᾶς δικαστὴν καὶ γραμ]ματ[έ]α ἄνδρας ἀγαθοὺς καὶ δικαίους, παρ[α]- | |
25 | [καλέσει δὲ αὐτὸν κα]ὶ εἰς τὸν λοιπὸν χρόνον διαφυλάσσειν τὴν |
[προϋπάρχουσαν φιλίαν] καὶ εὔνοιαν ἀμφοτέραις ταῖς πόλεσιν· ὅ- | |
πως δὲ καὶ τὰ ἐψηφισμ]ένα τίμια ἐκφανῆ γένηται πᾶσιν ἀναγ̣ραφῆ- | |
[ναι εἰς στήλας λιθίνα]ς̣ τόδε τὸ ψήφισμα καὶ στῆσαι μίαν μὲν π[α]- | |
[ρ’ ἡμῖν ἐν τῶι ἱερῶι τοῦ] Διὸς τοῦ Λαρασίου Εὐ̣μ̣ένου ἐν τῶι ἐπιφα- | |
30 | [νεστάτωι τόπωι, ἐμ Φ]ω̣καίαι δὲ οὗ ἂν ψηφί[σ]ωνται Φωκαιεῖς· π[ε]- |
[ρὶ δὲ τῆς τῶν στηλῶν ἀ[ναθέσεως ἐπιμεληθῆναι τῆς μὲν πά- | |
[ρ’ ἡμῖν μελλούσης ἀν]α̣τεθῆναι στηλῆς τοὺς ἐσομένους Ε․Ι․· | |
[․․․․․c.14․․․․․ ἐμ] Φωκαίαι δὲ οἷς ἂν ἐπιτ[ά]ξωσι Φωκαιεῖς· δοθῆ- | |
[ναι δὲ τῶι αἱρεθέντι πρ]εσβευτῆι μεθόδιον ἡμερῶν εἴκοσι. πρεσ- | |
35 | [βευτὴς ἡιρεθῆι] Δίων Δίωνος. |