Honorary decree [of Tralles] for foreign judge (no name) of Phokaia; 182/159 BC; found at Phokaia: Papadopoulos Kerameus, Hell. philol. syll. en Konstant. 15, 1884, 58-60, no. 5; *Robert, RPh 8, 1934, 279-291; ITralles 23.  
[ ] RPh 1934, 279-91
1 [—]
[․․․․․․c.17․․․․․․․]Σ· τύχηι ἀγαθ[ῆι· δεδόχθαι· ἐπαινέσαι]
[μὲν τὸμ Φωκαιέων δῆμ]ο̣ν ἐπὶ τῆι εὐνοίαι κ̣α[ὶ τῆι προαι]-
[ρέσει ἣν ἔχει πρὸς τὸ]ν δῆμον τὸν ἡμέτε[ρον] καὶ ἐ[πὶ τῶι]
5 [․c.5․ ἐπιμεληθῆναι] τοῦ ἐξαποσταλῆναι ἄνδρας ἀ[γαθοὺς]
[καὶ δικαίους πρὸς ἡμᾶς] καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφ[ά]-
[νωι· ἐπαινέσαι δὲ καὶ τὸ]ν̣ δικαστὴν καὶ τὸν γραμματέα κ̣[α]λο-
[κἀγαθίας ἕνεκεν καὶ δικ]α̣ιοσύνης ἧς ἔσχοσαν περὶ τὰς δίκας·
[στεφανῶσαι δὲ τὸν μὲ]ν δικαστὴν χρυσῶι στεφάνωι, τὸν δ̣[ὲ]
10 [γραμματέα θαλλοῦ στ]εφάνωι· ἵνα δὲ καὶ ἡ ἀναγγελία τῶν̣
[στεφάνων γένηται πα]ρ’ ἡμῖν ἐν τοῖς μουσικοῖς ἀγῶσιν τοῖς
[συντελουμένοις ὑπὸ το]ῦ δήμου Βασιλεῖ Εὐμένει Σωτῆρι ἐπι̣-
[μέλειαν ποιησάσθω ὁ γ]ραμματεὺς τοῦ δήμου μετὰ στεφα-
[νηφόρον ․․c.8․․․ ἐμ Φ]ωκαίαι δὲ ποιησάσθωσαν τὴν ἀναγγελ̣[ί]-
15 [αν ἐν τῶι ἐχομένωι ἔτ]ει· ὑπάρχειν δὲ τῶι δικαστῆι καὶ τῶι γραμματ̣[εῖ]
[προεδρίαν ἐν τοῖς ἀγῶσι πᾶ]σιν καὶ ἔφοδον ἐπὶ τὴν βουλὴν καὶ τὸν δῆμο[ν]
[πρώτοις μεθ’ ἱερὰ· εἶναι] δὲ αὐτοὺς καὶ τοὺς ἐκγόνους αὐτῶν προξέ-
[νους καὶ εὐεργέτας· εἶναι] δὲ αὐτοῖς καὶ ἔγκτησιν παρ’ ἡμῖν καὶ ἀτελεί-
[ας τὰς ἐκ τοῦ νόμου?· ἵ]ν̣α δὲ φανερὰ γένηται ἔκ τε τοῦ δήμου τοῦ
20 [ἡμετέρου εὐχαριστία] καὶ ἡ τῶν ἐξαποσταλέντων ἀνδρῶν ὑπὸ
[Φωκαιέων ἀρετή, ἑλέσθ]αι πρεσβευτὴν ὅστις παραγενόμενος εἰ̣ς̣
[Φωκαίαν τό τε ψήφισμα] ἀποδώσει καὶ ἐπαινέσει τὸμ Φωκαέων [δ]ῆ̣-
[μον ἐπὶ τῆι εὐνοίαι τῆι π]ρὸς ἡμᾶς καὶ ἐπὶ τῶι ἐξαποστεῖλαι [πρὸς]
[ἡμᾶς δικαστὴν καὶ γραμ]ματ[έ]α ἄνδρας ἀγαθοὺς καὶ δικαίους, παρ[α]-
25 [καλέσει δὲ αὐτὸν κα]ὶ εἰς τὸν λοιπὸν χρόνον διαφυλάσσειν τὴν
[προϋπάρχουσαν φιλίαν] καὶ εὔνοιαν ἀμφοτέραις ταῖς πόλεσιν· ὅ-
πως δὲ καὶ τὰ ἐψηφισμ]ένα τίμια ἐκφανῆ γένηται πᾶσιν ἀναγ̣ραφῆ-
[ναι εἰς στήλας λιθίνα]ς̣ τόδε τὸ ψήφισμα καὶ στῆσαι μίαν μὲν π[α]-
[ρ’ ἡμῖν ἐν τῶι ἱερῶι τοῦ] Διὸς τοῦ Λαρασίου Εὐ̣μ̣ένου ἐν τῶι ἐπιφα-
30 [νεστάτωι τόπωι, ἐμ Φ]ω̣καίαι δὲ οὗ ἂν ψηφί[σ]ωνται Φωκαιεῖς· π[ε]-
[ρὶ δὲ τῆς τῶν στηλῶν ἀ[ναθέσεως ἐπιμεληθῆναι τῆς μὲν πά-
[ρ’ ἡμῖν μελλούσης ἀν]α̣τεθῆναι στηλῆς τοὺς ἐσομένους Ε․Ι․·
[․․․․․c.14․․․․․ ἐμ] Φωκαίαι δὲ οἷς ἂν ἐπιτ[ά]ξωσι Φωκαιεῖς· δοθῆ-
[ναι δὲ τῶι αἱρεθέντι πρ]εσβευτῆι μεθόδιον ἡμερῶν εἴκοσι.  πρεσ-
35 [βευτὴς ἡιρεθῆι] Δίων Δίωνος.
Search Help
Contact Us