Honorary decree for Aristonikos by demos, with provision for posting in temple of Parthenos; no date: *Malandrakis, p. 43, no. 3.  
[ ] Malandrakis, p. 43, no. 3
0 {²Beginning lost}²
[—]
[—]ον ἐπὶ τῆς πρὸς το[—]κ[․]οια, καὶ εἶναι
[αὐτὸ]ν ἐν ἐπιμελείαι παρὰ τῶι δ[ήμωι ὑ]πάρ-
χειν δὲ αὐτῶι καὶ ἱερῶν μετουσίαν, αὑτῶι
5 καὶ ἐκγόνοις, ὧν καὶ λει[π]οῖς μέτεστι. ἵνα δὲ φ[α]-
νερὰ διαμένηι ἥ τε Ἀριστονίκου προαί[ρ]εσις
καὶ ἡ τοῦ δήμου εὐ̣[χα]ριστία, τὸ ψήφισμα
τόδε ἀναγράψαι εἰς στήλην λιθίνην, καὶ
ἀναθεῖναι εἰς τὸ ἱερὸν τῆς Παρθένου· τὸ δὲ
10 εἰς ταῦτα ἐσόμενον ἀνάλωμα δοῦναι
τοὺς χρυσονόμους, καὶ ἐγγράψασθα[ι ε]ἰς τὸν
κοινὸν λόγον· τὸν δὲ γραμματ[έα] παραλαβόν-
τα διαφυλάσ[σ]ειν μετὰ τῶν ἄλλων γραμμάτων.
Search Help
Contact Us