Honorary decree of lampadistai on Patmos and those sharing in aleimma for Hegemandros Menekratou; 184/100 BC: Ross, Inscr. gr. ined. 70-1, no. 189; *Guérin, Patmos 48-50; Sakkelion, AE 1862, coll. 258-60, no. 228; Malandrakis, p. 42, no. 2; Syll43 1068; Holleaux, Études I, pl. V (PH); **IIsolMil 32 (PH) (ll. 1, 3-10, 12-3, 15-21, 23-4); **BE 1966:321 (l. 13).  
[ ] Guérin, Patmos 48-50
1 ἐπὶ Σωπόλιος, Ἀρτεμισιῶ̣νος· ἔδοξε τῶ̣ι κ̣οι-
[ν]ῶι τῶν λαμπαδιστῶν τῶν ἐν Πάτμωι καὶ με-
τεχόντων τοῦ ἀλείμ̣μ̣ατος· ἐ[π]ειδὴ Ἡγήμ̣ανδρος
[Με]νεκρ̣άτου τά τε πρὸς θεοὺς εὐσεβῶ̣ς ἔχων δια̣μ̣έ̣[νει],
5 π̣οιῶν καὶ τὰ πρὸς τοὺς συν[γ]ε̣[ν]εῖς κ̣αὶ πολίτας εὐγέ̣-
[νῶς,] κ̣αὶ κοινῆι καὶ καθ’ ἰδίαν ἑκάστωι ἑαυτὸν εὔχρησ-
τ̣ον παρεχόμενος ἀπὸ τῆς πρώτης ἡλικίας· ἔτι δὲ καὶ̣
[γ]εγυμνασιαρχηκὼς ἑπτάκι κ̣αὶ λελαμπαδαρχηκὼς
[κ]αὶ τὸν μ̣ακ̣ρὸν δρόμον νενικη̣κὼς, καὶ ταῦτα πεπρ̣[α]-
10 [χ]ὼς ἀξίως αὑτοῦ τε καὶ ἡμῶν· κατασταθεὶς δ[ὲ]
[κ]αὶ χρυσονόμος τῶν λαμπαδιστῶν τά τε χρή̣μ[α]-
[τ]α̣ συνφυλάσσει καὶ τῶν ἄλλων πάντων πρόνοι-
[αν] ποιεῖται νῦν [δὲ] ἐπήνγελται Ἑρμῆν τε λίθ[ι]-
[νο]ν ἀναθήσ̣ειν καὶ δραχμὰς διακοσίας δώσειν,
15 [ὅ]π̣ως ἐκδανείσωνται· ἐπήνγελται δὲ κ̣αὶ̣ ἕω̣-
[ς ἄ]ν ζῃ ἐκ τῶν ἰδίων τάς τε θυσίας ἐπιτ̣ελέσα[ι]
[καὶ] τὰ Ἕρ̣μαια ὑποδέξεσθαι· v δεδόχθαι Ἡγήμαν̣[δ]-
[ρὸν] μὲν ἐπῃνῇσθαι ἐφ’ ᾗ ἔχει αἱρέσει, τοὺς δὲ λαμ̣-
[παδ]ιστὰς καὶ ἀλειφ̣ομένους στεφανῶσαι μὲν̣ [Ἡγή]-
20 [μαν]δ̣ρ̣ον χρυσῶι στεφάνῶι ἀπὸ χρυσῶν Ἀλ̣εξ̣[ανδρ]-
[είω]ν πέντε καὶ εἰκόνι γραπτῇ, ἄγειν δὲ α[ὑτοῦ καὶ]
[τὴν ἐπ]ώ̣νυμον ἡμέραν· ἡ δὲ ἱερωσύν[η τοῦ Ἑρ]-
[μοῦ ἔσ]τ̣[ω] Ἡγημάνδρ̣ου· ἐὰν δὲ Γ̣Γ̣[—]
[—]Ο̣ΜΑΧΟΥ̣· Ν̣Ε[—]
Search Help